Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ἄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοιαύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει καὶ παρθένον ἀδιάφθορον τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατραπέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτους, οἷσπερ οὖν ὕβρις

μέμηλε κακὴ καὶ σχέτλια ἔργα.
τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίστων βουλευμάτων εἶναι· καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ, καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνίειν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτήν, καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα.

ἐγὼ δὲ ταῦτα περιῆλθον οὔτι που σχολὴν ἄγων τὰ τῶν προστυχόντων κακὰ τοῖς ἐμαυτοῦ λόγοις τιμᾶν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πράττειν ἄλλους παραπλήσια.