Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

τούτους ὥσπερ τῆς εὐσεβείας ὁ θεὸς ἀμειβόμενος.

καὶ τοῦτο δὴ τὸ ὑμνούμενον ὄνομα Ἀντέρως ἐν τοῖσδε τοῖς γενναίοις ἐσώζετο. Χαρίτων γὰρ καὶ Μελάνιππος ἐς ἔρωτα ἀλλήλοιν συνεπνευσάτην· καὶ ὁ μὲν Χαρίτων ἐραστὴς ἦν, Μελάνιππος δὲ τὴν ψυχὴν ὁ ἐρώμενος ἐς τὸν φίλον τὸν ἔνθεον ἀναφλεχθεὶς ἰσότιμον τὸ τοῦ πόθου κέντρον ἀνεδείκνυτο.

ὁ τοίνυν ἔρως συμπνεύσας καὶ κατὰ τοῦ τυράννου Φαλάριδος ἐπῆρεν αὐτούς.

καὶ ταῦτα ὑπὲρ τῆς ἐνθέου φιλότητος ἐμαρτύρησεν ὁ Ἀπόλλων.

ἤδη δέ τινές φασιν ἐς τοσοῦτον ἄρα τὸν Αἴσωπον θεοφιλῆ γενέσθαι, ὡς καὶ ἀναβιῶναι αὐτόν, καθάπερ

οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον.

οἱ Δελφοὶ ἔωσαν αὐτὸν κατὰ κρημνοῦ μάλα.

ἀνωθῆσαν δὲ ἑαυτὸ τὸ θηρίον καὶ ἔξαλον γενόμενον ἀπεσείσατο ἐς τὴν νῆξιν ἀπολῦσαν τὸν ἄνθρωπον.

ὃ δὲ παθὼν ἀνήκεστα καὶ τῆς πατρῴας ἑστίας διωχθεὶς παρὰ τὴν δίκην, ὅμως οὐκ ἀντεμήνισεν.

ὅτι Μάρκος Βῆρος, Ἀντωνίνου ἀδελφός, βασιλεὺς Ῥωμαίων, ἀδοκήτως διαφθείρεται, πλήθους ἰχῶρός τε καὶ πνεύματος ἐπισχόντος οἱ τὴν πνοήν· ὃ δὴ πάθος ἀποπληξίαν παῖδες ἰατρῶν ὀνομάζουσι.

λίθους τῶν ποδῶν ἐξαρτήσαντες ἔρριψαν ἐς τὸ πέλαγος ἀτέγκτως καὶ ἀφειδῶς.

καὶ ὃ μὲν ἔξετρίβη πίτυος δίκην, ῥιφεὶς ἐς θάλατταν, καὶ δίδωσι δίκας αὐτῷ γένει.

αὐτοφυέστατον καὶ μὴ ἐπίπλαστον ἔχουσα κάλλος καὶ οἷον ἄν γένοιτο φιλοθήρου κόρης.

στρατιώτης δὲ ἄρα τις ἐοικὼς κατεσχημένῳ ἐσεπήδησε, καὶ ἀνιχνεύσας ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν, ἀχαρίτῳ νοσήματι τῷ θυμῷ χαριζόμενος, λύμαις ὅσαις ἐδύνατο παντοδαπαῖς τὸ σῶμα λυμηνάμενος.

διέρρει δὲ φήμη λέγουσα καὶ εὐπατρίδην αὐτὸν εἶναι.

τὸ γάρ τοι κλέος τῶν τετολμημένων διερρύη πολύ.

εἶτα μέντοι ἐνετολμήσατο τηλικοῦτον τόλμημα.

ἣ δὲ εὐμηχάνως διαλαμβάνει, καὶ δεῖται τῶν Καβείρων τιμωρῆσαι αὐτῇ καὶ μετελθεῖν τὸν ἐπίορκον.

δικαιωθέντων πάντων τῶν ἀδελφῶν Ἀρισταίου τοῦ γίγαντος δικαίωσιν τὴν πρεπωδεστάτην.

Ἀρισταῖον μόνον τὸν γίγαντα περισωθῆναί φασι, καὶ οὔτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ἦλθεν, οὔτε Αἴτνη πιέζει αὐτόν.

ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος.

ὃ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν.

ὃ δὲ ἦν ἔκδικός τε καὶ ἔκνομος.

πρὶν κακῶν ἔργων ἀμοιβὸν τιμωρίαν ἐκτῖσαι.

καταπλαγείη δ’ ἄν τις τὸ ἀδιάδραστον τῆς Δίκης ἐκ τῆς συμβάσης τούτῳ τιμωρίας.

ἀλλὰ ταῦτα μὲν οὐχ οἷά τε εἶναι ἄπρακτα γενέσθαι, ἐπείπερ οἱ θεοὶ ἀτιμώρητα αὐτὰ περιεῖδον ἐκ σφῶν γενόμενα.