Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ἠμφισβήτουν γάρ τοι ἑτέρους ἕτεροι προβαλλόμενοι.
οὔτι προσδοκῶν τὸν τόπον τὸν προειρημένον δυνήσεσθαι αὐτοὺς ἀνασῶσαι καὶ κομίσασθαι. πόθεν; ἀλλ’ ἵνα ὑπὲρ ὧν ἐπλημμέλησαν κακῶν φθάνοντες, ἐν τῷ δευτέρῳ προφανεῖ κινδύνῳ ἰσωθῶσι κολασθέντες.
τὰ τέκνα αὐτῶν ἀθροίσαντες εἴς τινα ἅλω, καὶ ἱππαγέλην ἐπελάσαντες ἀπωλεύτων, μάλα ἀνοίκτως ἀλοῶντες διέφθειραν.
οὐ μὴν ἀτιμωρήτους ἐγένετο μεῖναι τοὺς παῖδας τοὺς ἀλοηθέντας, ἑτεραλκὴς γὰρ ἡ νίκη γενομένη τῶν πλησίον ἦν.
εἴ τι τοῦ προτέρου λόγου ὑγιὲς ἦν. ἀλλ’ ἐκεῖνός γε ἀβασανίστῳ γραφῇ τε καὶ ἀταλαιπώρῳ τῆς ἀληθείας ἀκοῇ διεσπαρμένος ἐς τὸ πλῆθος ἀλᾶται ἄλλως. ὃ δέ μοι ἀληθὴς ὤν.
οἳ δὲ εἰρηναίως ἐσταλμένοι ἄνευ δορυφόρων ἄγοντες τὴν ἱερουργίαν ἧκον ἀτυφότατα ἐκεῖνοι.
ταῦτά τοι καὶ θαρρῶν αὐτὸς κατά τι ἔθος ἀρχαῖον ἐκέλευσε δι’ ἡμέρας τὴν ἱερουργίαν τὴν τεταγμένην δρᾶσαι τῷ θεῷ.
ἦν δὲ τὰ λυχνία ἀργύρου πεποιημένα καὶ τέχνης θαυμαστῆς δαίδαλα.
κελεύει τῶν λυχνίων τῶν ἀνακειμένων αὐτῷ, ἀργυρᾶ δὲ ἦν ταῦτα, τὸ ἕτερον φέρειν ἀράμενον ἐμφανῶς.
πολλοὺς διέφθειρε Νομάδων, δεκάσας ἐς προδοσίαν.
τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ καταλόγου ἐῶ νῦν.
τετόλμητο μὲν αὐτῷ τὸ ἔκδικον ἐκεῖνο καὶ παράνομον ἔργον.
οἳ δὲ κατάραντες ἐς αὐτὸν καὶ φιλοφροσύνης ἐκπλέας ἀπολαύσαντες.
ἑλεδώνη, εἶδος πολύποδος, ἥτις ἔχει μίαν κοτυληδόνα, καὶ ἔστιν ἑπτάπους.
οἱ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας, τοὺς αἰχμαλώτους ἐκομίσαντο.
ἐπεὶ δὲ ἐς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν, ἐπηλυγασάμενος τὴν κεφαλὴν ἦν τὸ ἄσωτον.