Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ἐπανελθόντες οὖν προγραφὰς καὶ τῶν ἐκ βουλῆς καὶ τῶν ἐς τὴν ἱππάδα τελούντων εἰργάσαντο, τούτους ἀποκτιννύντες.
Μάρκος τῶν εὖ γεγονότων, τὴν ἀξίωσιν ἀγορανόμος, προυγράφη· εἶτα μέντοι λαθεῖν βουλόμενος ξυρεῖ τὴν κεφαλὴν καὶ τὸ γένειον, καὶ στολὴν Αἰγυπτίαν ἀναλαβών, ἥνπερ οἱ τῆς Ἴσιδος θεραπευτῆρες ἤσθηνται, καὶ σεῖστρον ἐπισείων καὶ πόλιν ἐκ πόλεως ἀμείβων καὶ τῷ θεῷ ἀγείρων καὶ ἀναγκαίας τροφάς, λιμοῦ φάρμακα, ἀγαπητῶς λαμβάνων ἠλᾶτο.
καὶ καλῶς Ἡρόδοτος τὰς ὑπὲρ τῶν γυναικῶν οἰστρήσεις τε καὶ μανίας παρ’ οὐδὲν ἐτίθετο.
ἐπεὶ καὶ τὴν τοῦ Μενέλεω πρὸς τὸν τοῦ Πριάμου Πάριν ** οὔτε ἐπαινῶ οὔτε ἄγαμαι.
ἑκάτερος δι’ ἁρπαγῆς τὴν κόρην ἑαυτοῦ ποιήσασθαι ἐμαίνοντο. πόλεμος οὖν ἔκφυλος ἐγένετο,
καὶ ἐνακμάζει καὶ μάλα ἀδόκητος, οὐκ ἔχων οὔτε γενναίαν οὔτε εὐπρεπῆ τὴν ὑπόθεσιν.λαβόντες ἑκάτερος τῆς κόρης τὴν ἄδωρον μοῖραν τῷ ἑαυτῶν λέχει (τραγικὸς ἂν εἶπε ποιητὴς) ἑαυτοὺς κατέσφαξαν.
ἀλλὰ καὶ ἐκείνων νεμηθέντων εἰς τὴν στάσιν.
τοῖς φίλοις καὶ οἰκείοις ἐμπαλασσόμενοι ἀπέσφαττον αὐτοὺς ὡς πολεμίους.
συνενθουσιῶντες αὐτοῖς, καὶ τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ τῇ κακίστῃ δαιμόνων ἐκριπισθέντες ἀπολώλασιν.
ἄνθος προσώπῳ ἐπιφυόμενον, οἷον οὐδὲ εἷς λειμὼν νοτερός τε καὶ ἁβρὸς καὶ εὐθαλὴς τεκεῖν ὑπὸ δρόσῳ ἐαρινῇ οἶδεν, ἐρύθημά τε ὡραῖον καὶ μειδίαμα ἥδιστον.
γύναιον ἐκ Συρίας καθημαξευμένον ὑπὸ παντὸς τοῦ προσιόντος· ἑταίρα γὰρ ἦν ἐμφανὴς καὶ τῶν ἐν τοῖς μίμοις δι’ ἀκολασίαν περιπαθεστέρα, τοῖς τε φαινομένοις ἐς τὴν κοινὴν ὄψιν σχήμασιν ἐκκαλουμένη τοὺς ὁρῶντας ἐς τὰ πάθη τοῦ σώματος, καὶ κατατείνουσα τὸν δῆμον καὶ ὅσον μετὰ τοῦ δήμου πρὸς συώδη τινὰ καὶ μανικὴν ἀσέλγειαν.
σύνοδοί τινες ἐς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μειρακίων ἐξώλη βίον προῃρημένων.
κρίσεως δ’ ὡς ἐν ἀκολάστοις εὐθείας οὐ διήμαρτε
περὶ τὴν αἵρεσιν τῆς μιμάδος· σὺν κάλλει γὰρ λαμπρῷ τοῦ σώματος ποικίλως ἤσκητο τὴν εὐαπάτητον παιδείαν.ὑγρῶς γὰρ κραδαινομένη καὶ τοῖς ποσὶ χαμαιτυπής, εὔστολος γινομένη, ἐνίκα πάντας τοὺς τῶν θαυματοποιῶν ἐξηγουμένους· φωνήν τε ἔχουσα ἡδεῖαν καὶ ταύτην μετὰ τέχνης ἀφιεῖσα οὐδενὸς τῶν ἐπ’ ᾄσμασι θαυμαζομένων ἐκρίθη δευτέρα. ἅτε δὴ οὐκ ἄπειρος ἐρωτικῆς περιεργίας, ἀκκιζομένη σὺν καιρῷ καὶ πρὸς ζηλοτυπίαν εὐφυῶς ἄγουσα τὸν ἄνδρα, ἑαυτῇ μὲν πλοῦτον οὐκ εὐκαταφρόνητον οἶσεν, ἐκεῖνον δὲ κατὰ βαιὸν τηκόμενον τῷ ἔρωτι ἀπήλλαξε τῶν τῇδε.
ὁ δὲ θεοσύλης γενόμενος καὶ τὰ ἕδη τῶν θεῶν αὐτὰ ἐξ ἠθῶν ἀναστήσας, καὶ φόνους ἐργασάμενος ἐναγεῖς, καὶ διαρρήξας καὶ διαξήνας τοὺς νόμους, καὶ τὴν ἀνδρῶν ἀπειπάμενος φύσιν, καὶ γήμας ἀθύτους τε καὶ ἀγάμους ἐκεῖνος γάμους, ἐφ’ οἷς οἶδα καὶ τὸν θεὸν σείσαντα, καὶ διοσημίας ἄλλας κατενόησα ὢν ὑφ’ ἡλίῳ ἔτι καὶ τυραννῶν.
ὁ δὲ θεοσύλης λιπὼν τὴν πατρίδα καὶ ἀλώμενος διετέλει.
καὶ μέντοι καὶ Παρίας λίθου ἅρμα ἀνακείμενον Διονύσῳ, ποίημα θαυμαστόν, ἀνειλετο ὁ θεοσύλης.
οἱ θεοσῦλαι κολάζονται, τὸ κέρδος πρὸ τῆς δίκης τιθέμενοι.
ὃ δὲ τοὺς θεοσύλας ἀπέκτεινε καὶ ἔθηκεν ἀνόστους, τοῦτο δὴ τὸ Ὁμηρικόν.
ἀετιδεῖς.
καὶ αὐτὸ τὸ κράτος ἐπὶ ξυροῦ ἀκμῆς ἦν.
οἳ δὲ ὑπὸ Ῥωμαίων ἐκτριβέντες διεξάνθησαν, ἀλῆται δεῦρο καὶ ἐκεῖσε τὸ ζῆν διατελοῦντες.
ὃ δὲ ἑάλω, καὶ ἔμελλεν ὁ δῆμος διαξαίνειν αὐτόν. ὃ δὲ οὐκ ἐφῆκεν, ἀλλ’ εἴασεν αὐτὸν γῆν πρὸ γῆς ἀπιέναι, ἵνα μή φησιν ὢν ἐνθάδε τολμήσῃ παραπλήσια πάλιν.
ἰχθύων δὲ ἀπηνέγκαντο πλῆθος ἄμαχον, καὶ ἀνέστησαν τρόπαιον καὶ βωμοὺς ὤρθωσαν.
ἠμφισβήτουν γάρ τοι ἑτέρους ἕτεροι προβαλλόμενοι.
οὔτι προσδοκῶν τὸν τόπον τὸν προειρημένον δυνήσεσθαι αὐτοὺς ἀνασῶσαι καὶ κομίσασθαι. πόθεν; ἀλλ’ ἵνα ὑπὲρ ὧν ἐπλημμέλησαν κακῶν φθάνοντες, ἐν τῷ δευτέρῳ προφανεῖ κινδύνῳ ἰσωθῶσι κολασθέντες.
τὰ τέκνα αὐτῶν ἀθροίσαντες εἴς τινα ἅλω, καὶ ἱππαγέλην ἐπελάσαντες ἀπωλεύτων, μάλα ἀνοίκτως ἀλοῶντες διέφθειραν.
οὐ μὴν ἀτιμωρήτους ἐγένετο μεῖναι τοὺς παῖδας τοὺς ἀλοηθέντας, ἑτεραλκὴς γὰρ ἡ νίκη γενομένη τῶν πλησίον ἦν.
εἴ τι τοῦ προτέρου λόγου ὑγιὲς ἦν. ἀλλ’ ἐκεῖνός γε ἀβασανίστῳ γραφῇ τε καὶ ἀταλαιπώρῳ τῆς ἀληθείας ἀκοῇ διεσπαρμένος ἐς τὸ πλῆθος ἀλᾶται ἄλλως. ὃ δέ μοι ἀληθὴς ὤν.
οἳ δὲ εἰρηναίως ἐσταλμένοι ἄνευ δορυφόρων ἄγοντες τὴν ἱερουργίαν ἧκον ἀτυφότατα ἐκεῖνοι.
ταῦτά τοι καὶ θαρρῶν αὐτὸς κατά τι ἔθος ἀρχαῖον ἐκέλευσε δι’ ἡμέρας τὴν ἱερουργίαν τὴν τεταγμένην δρᾶσαι τῷ θεῷ.
ἦν δὲ τὰ λυχνία ἀργύρου πεποιημένα καὶ τέχνης θαυμαστῆς δαίδαλα.
κελεύει τῶν λυχνίων τῶν ἀνακειμένων αὐτῷ, ἀργυρᾶ δὲ ἦν ταῦτα, τὸ ἕτερον φέρειν ἀράμενον ἐμφανῶς.
πολλοὺς διέφθειρε Νομάδων, δεκάσας ἐς προδοσίαν.
τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ καταλόγου ἐῶ νῦν.