Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

σὺν τῷ κἂν μὴ ὑπάρχῃ ταῦτα τὰ ἀποτελέσματα, φαίνηται δὲ μόνον, πάλιν εἰσάγεσθαι τὴν ὕπαρξιν τῶν αἰτίων· τοῦ γὰρ φαίνεσθαι [*](200—204 ~ Hyp. ΙΙΙ 17—19.) [*](4 ἀνάστασιν L 9 καὶ alt. om. N 11 χωριζομένων ς 15 ἐννοίας N: αἰτίας LEς 20 γινομένων NLEABR (cf. v. 23): V (sic): γενομένων Gen.: γεννωμένων Fabr.)

μὲν ἡμῖν αὐτὰ ὧς ὑποκείμενα, μὴ ὑποκεῖσθαι δέ, αἴτιόν τι καθέστηκεν.

καὶ μὴν εἰ μηδέν ἐστιν αἴτιον, πάντα ἐκ παντὸς δεήσει γίνεσθαι καὶ ἐν παντὶ τόπῳ, ἔτι καὶ κατὰ πάντα καιρόν. ὅπερ ἄτοπον· εὐθέως γὰρ εἰ μηδέν ἐστιν αἴτιον, οὐδὲν τὸ κωλῦον ἐξ ἀνθρώπου ἵππον συνίστασθαι.

[αἴτιον ἄρα τι ἔσται.] μηδενὸς δὲ ὄντος τοῦ κωλύοντος συστήσεταί ποτε ἐξ ἀνθρώπου ἵππος, καὶ οὕτως, εἰ τύχοι, ἐξ ἵππου φυτόν. κατὰ ταὐτὰ δὲ οὐκ ἀδύνατον ἔσται χιόνα μὲν ἐν Αἰγύπτῳ πήγνυσθαι, ἀβροχίαν δὲ ἐν Πόντῳ συμβαίνειν, καὶ τὰ μὲν τοῦ θέρους ἐν χειμῶνι γίγνεσθαι, τὰ δὲ τοῦ χειμῶνος ἐν θέρει συνίστασθαι. ὅθεν εἴπερ ᾧ ἕπεταί τι ἀδύνατον, καὶ αὐτὸ ἔσται ἀδύνατον, τῷ δὲ μὴ εἶναι αἴτιον ἕπεται πολλὰ τῶν ἀδυνάτων, ῥητέον καὶ τὸ μὴ εἶναι αἴτιον τῶν ἀδυνάτων ὑπάρχειν.

ὅ τε λέγων μὴ εἶναι αἴτιον ἤτοι χωρὶς αἰτίας τοῦτο λέγει ἢ μετά τινος αἰτίας. καὶ εἰ μὲν χωρίς τινος αἰτίας, ἄπιστός ἐστιν, μετὰ τοῦ ἀκολουθεῖν αὐτῷ τὸ μὴ μᾶλλον τοῦτο ἀξιοῦν ἢ τὸ ἀντικείμενον τούτῳ, αἰτίας εὐλόγου μὴ προϋποικειμένης, δι’ ἥν φησιν ἀνύπαρκτον εἶναι τὸ αἴτιον. εἰ δὲ μετά τινος αἰτίας, περιτρέπεται, κἀν τῷ λέγειν μὴ εἶναί τι αἴτιον τίθησι τὸ εἶναί τι αἴτιον.

ὅθεν καὶ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἐρωτᾶν ἔξεστι καὶ τὸν ἐπὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα λόγον, ὃς ἕξει τὴν σύνταξιν τοιαύτην· “εἰ ἔστι τι αἴτιον, ἔστιν αἴτιον· ἀλλὰ καὶ εἰ μὴ ἔστι τι αἴτιον, ἔστιν αἴτιον· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα.” τῷ τε γὰρ εἶναι αἴτιον ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον, μὴ διαφέροντος παρὰ τὸ ἡγούμενον τοῦ λήγοντος,

τῷ τε μηδὲν εἶναι αἴτιον ἀκολουθεῖ πάλιν τὸ εἶναί τι αἴτιον, ἐπείπερ ὁ λέγων μηδὲν εἶναι αἴτιον ὑπό τινος αἰτίας κινηθεὶς λέγει μηδὲν εἶναι [*](205—206 cf. adv. dogm. II 281—282. 466—467.) [*](32 αἴτιον—ἔσται secl. Bekk.: fort. post 30 ἄτοπον collocanda 2 ταὐτὰ Bekk.: ταῦτα G 6 ἀδύνατον Arnim: δυνατὸν G (bis) 11 αὐτῷ om. N 13 φησιν N: φασιν LEς 17 τῶν Bekk.: τὸν G 19 εἰ καὶ μὴ N 20 γε N)

αἴτιον. ὥστε καὶ τὸ διεζευγμένον πρὸς τοῖς δυσὶ συνημμένοις ἀληθὲς γίνεσθαι ἐξ ἀντικειμένων διεζευγμένον, καὶ τὴν ἐπιφορὰν τοῖς τοιούτοις λήμμασι συνεισάγεσθαι, καθὼς ἀνώτερον παρεμυθησάμεθα.

Καὶ δὴ ταῦτα μέν, ὡς κεφαλαιωδέστερον εἰπεῖν, εἰς τοῦτο τὸ μέρος εἴωθε λέγεσθαι παρὰ τοῖς δογματικοῖς·

σκοπῶμεν δὲ ἀκολούθως καὶ τοὺς τῶν ἀπορητικῶν λόγους· φανήσονται γὰρ καὶ οὗτοι τοῖς ἐκκειμένοις ἰσοσθενεῖς καὶ ἕνεκα πειθοῦς μὴ διαφέροντες αὐτῶν. τὸ αἴτιον τοίνυν, φασί, τῶν πρός τι ἐστίν· τινὸς γάρ ἐστιν αἴτιον καὶ <τινί>, οἶον τὸ σμιλίον τινὸς μέν ἐστιν αἴτιον καθάπερ τῆς τομῆς, τινὶ δὲ καθάπερ Γῇ σαρκί.

τὰ δέ γε πρός τι ἐπινοεῖται μόνον ἀλλ’ οὐχ ὑπάρχει, καθὼς ἐν τοῖς περὶ ἀποδείξεως (adv. log. II 453—461) παρεστήσαμεν· καὶ τὸ αἴτιον ἄρα ἐπινοηθήσεται μόνον, οὐχ ὑπάρξει δέ.

εἴπερ τε αἴτιον ἔστιν, ὀφείλει ἔχειν τὸ οὗ λέγεται αἴτιον, ἐπεὶ οὐκ ἔσται αἴτιον, ἀλλ᾿ ὃν τρόπον τὸ δεξιὸν μὴ παρόντος τοῦ πρὸς ὃ λέγεται δεξιὸν οὐκ ἔστιν, οὕτω καὶ τὸ αἴτιον μὴ παρόντος τοῦ πρὸς ὃ νοεῖται οὐκ ἔσται αἴτιον. ἀλλὰ μὴν οὐκ ἔχει τὸ αἴτιον οὗ ἔστιν αἴτιον, διὰ τὸ μήτε γένεσιν μήτε φθορὰν μήτε πεῖσιν μήτε κοινῶς κίνησιν ὑπάρχειν, ὧς ἐπὶ τῶν οἰκείων γινόμενοι τόπων διδάξομεν (§§ 218—231). οὐκ ἄρα ἔστιν αἴτιον.

Καὶ μὴν εἰ ἔστιν αἴτιον, ἤτοι σῶμα σώματός ἐστιν αἴτιον ἢ ἀσώματον ἀσωμάτου ἢ σῶμα ἀσωμάτου ἢ ἀσώματον σώματος· οὔτε δὲ σῶμα σώματος, ὧς παραστήσομεν, οὔτε ἀσώματον ἀσωμάτου οὔτε σῶμα ἀσωμάτου οὔτε ἐναλλὰξ ἀσώματον σώματος· οὐκ ἄρα ἔστιν αἴτιον. ἀμέλει καὶ αἱ γιγνόμεναι τῶν δογματικῶν στάσεις συμφωνοῦσι τῇ

ἐκκειμένῃ διαιρέσει, εἴγε <οἱ>Στωικοὶ (fr. II 341 Arn.) μὲν πᾶν αἴτιον σῶμά φασι σώματι ἀσωμάτου τινὸς αἴτ’ ἴον γ᾿ ίνεσθαι, οἷον σῶμα μὲν τὸ σμιλίον, σώματι δετῇ σαρκί, ἀσω- [*](207—208 ~ Diog. Laert. IX 97 sqq.) [*](29 ὡς om. N 32 ἀντιφήσονται N 2 τινὶ add. Bekk. 4 τὰ Bekk.: τὸ G 8 ἐπεὶ <μὴ ἔχον> οὐκ Bekk. dubit. 12 πεῖσιν G: ἀφαίρεσιν Kayser 21 οἱ addidi)

μάτου δὲ τοῦ τέμνεσθαι κατηγορήματος, καὶ πάλιν σῶμα μὲν τὸ πῦρ, σώματι δὲ τῷ ξύλῳ, ἀσωμάτου δὲ τοῦ καίεσθαι κατηγορήματος.

οἱ δὲ ἀσώματον ὑποθέμενοι τὸν κόσμον, οἷον καὶ τὸν πάντα διοικοῦντα θεόν, τοὐναντίον ἀσώματον σώματος λέγουσιν ὑπάρχειν τὸ αἴτιον. ὁ δ’ Ἐπίκουρος καὶ σώματα σωμάτων καὶ ἀσώματα ἀσωμάτων φησὶν αἴτια τύγχανε ἱν, καὶ σώματα μὲν σωμάτων ὡς στοιχεῖα τῶν συγκριμάτων, ἀσώματα δὲ ἀσωμάτων ὧς τὰ τοῖς [*](435) πρώτοις σώμασι συμβεβηκότα ἀσώματα τῶν τοῖς συμβεβηκότων ἀσωμάτων.

ὥστε ἐὰν δείξωμεν, ὅτι οὔτε τὸ σῶμα τοῦ σώματος οὔτε τὸ ἀσώματον τοῦ ἀσωμάτου οὔτε τὸ ἀσώματον τοῦ σώματος οὔτ’ ἐναλλὰξ δύναται τυγχάνειν αἴτιον, αὐτόθεν ἐσόμεθα κατεσκευακότες καὶ τὸ μηδεμίαν τῶν ἐκκειμένων στάσεων κατωρθῶσθαι.

σῶμα μὲν οὖν σώματος οὐκ ἂν εἴη ποτὲ αἴτιον, ἐπείπερ ἀμφότερα τὴν αὐτὴν ἔχει φύσιν· καὶ εἰ τὸ ἕτερον αἴτιον λέγεται παρόσον ἐστὶ σῶμα, πάντως καὶ τὸ λοιπὸν σῶμα καθεστὼς αἴτιον γενήσεται. κοινῶς δὲ ἀμφοτέρων αἰτίων ὄντων οὐδέν ἐστι τὸ πάσχον, μηδενὸς δὲ πάσχοντος τὸ ποιοῦν γενήσεται. εἰ ἄρα σῶμα σώματός ἐστιν αἴτιον, οὐδέν ἐστιν αἴτιον.

καὶ μὴν οὐδὲ ἀσώματον ἀσωμάτου λέγοιτ’ ἂν εἶναι ποιητικὸν διὰ τὴν αὐτὴν αἰτίαν· εἰ γὰρ ἀμφότερα τῆς αὐτῆς μετέσχε φύσεως, τί μᾶλλον τόδε τοῦδε ῥητέον αἴτιον ἢ τόδε τοῦδε;

λείπεται οὖν ἢ σῶμα ἀσωμάτου λέγειν αἴτιον ἢ ἀνάπαλιν ἀσώματον σώματος. ὅπερ πάλιν τῶν ἀδυνάτων· τό τε γὰρ ποιοῦν θιγεῖν ὀφείλει τῆς πασχούσης ὕλης, ἴνα ποιήσῃ, ἤ τε πάσχουσα ὕλη θιχθῆναι ὀφείλει, ἴνα πάθῃ, τὸ δὲ ἀσώματον οὔτε θιγεῖν οὔτε θιχθῆναι πέφυκεν.

τοίνυν οὐδὲ σῶμα ἀσωμάτου ἢ ἀσώματον σώματός ἐστιν αἴτιον. ᾧ ἕπεται τὸ μηδὲν ὑπάρχειν αἴτιον· εἰ γὰρ μήτε σῶμα σώματός ἐστιν αἴτιον μήτε ἀσώματον ἀσωμάτου μήτε σῶμα ἀσωμάτου μήτε ἐναλλάξ, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, κατ’ ἀνάγκην οὐδέν ἐστιν αἴτιον.

[*](26 οἱ δὲ LEς: οἷον N τὸν κόσμον del. Heintz dubit.: πάντα (v. 27) transp. Rüstow κόσμον: fort. θεὸν? 27 θεόν: fort. κόσμον? 13 τὴν αὐτὴν Fabr. (in versione): τοιαύτην G 20 οὐδὲ Bekk.: οὔτε G)

Ἀφελέστερον μὲν οὖν οὕτω τινὲς παραμυθοῦνται τὰ τοῦ ἐκκειμένου λόγου λήμματα· ὁ δὲ Αἰνησίδημος διαφορώτερον ἐπ’ αὐτῶν ἐχρῆτο ταῖς περὶ τῆς γενέσεως ἀπορίαις.

τὸ γὰρ σῶμα τοῦ σώματος οὐκ ἂν εἴη αἴτιον, ἐπείπερ ἢ ἀγένητόν ἐστι τὸ τοιοῦτον σῶμα καθάπερ ἡ κατ Ἐπίκουρον ἄτομος, ἢ γενητὸν ὡς ἔθος, καὶ ἢ φανερὸν ὡς σίδηρος καὶ πῦρ, ἤ ἀφανὲς ὧς ἄτομος. ὅ τι δ’ ἂν ᾖ τούτων, οὐδὲν δύναται ποιεῖν.

ἤτοι γὰρ καθ’ ἑαυτὸ μένον ἕτερόν τι ποιεῖ ἢ ἑτέρῳ συνελθόν. ἀλλὰ μένον μὲν καθ’ ἑαυτὸ πλεῖον αὐτοῦ καὶ τῆς οἰκείας φύσεως οὐκ ἂν δύναιτό τι ποιεῖν· συνελθὸν δὲ ἑτέρῳ τρίτον οὐκ ἂν δύναιτο ἀποτελεῖν, ὃ μὴ πρότερον ἐν τῷ εἶναι ὑπῆρχεν. οὔτε γὰρ τὸ ἓν γενέσθαι δύο δυνατόν ἐστιν, οὔτε τὰ δύο τρίτον ἀποτελεῖ.