Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

εἰ δέ ἐστί τι ἄδηλον ἀληθές, οὐ μόνον τὸ φαινόμενόν ἐστιν ἀληθές, ὧς ἀρχῆθεν ὑπέκειτο. εἶτα πόθεν ὅτι καὶ τὸ ἄδηλον τοῦτο ἀληθές ἐστιν; εἰ μὲν γὰρ αὐτόθεν, ἔσται καὶ πάντα τὰ ἄδηλα τῶν πραγμάτων αὐτόθεν ἀληθῆ. εἰ δ’ ὡς ἀποδειχθέν, πάντως ἢ ἐξ ἀδήλου ἢ ἐκ φαινομένου ἀποδειχθὲν ἔσται ἀληθές. καὶ εἰ μὲν ἐξ [*](17—31 ~ Hyp. ΙΙ 88—93.) [*](20 ἔστι τι Bekk.: ἔστιν G 28 φαινόμενον ἀληθές scr.: ἀληθὲς φαινόμενον G 1 καθεστὸς N 3 ἐκπίπτειν G: ἐκπίπτομεν Bekk.: del. Kochalsky coll. v. 14 (cf. p. 77, 14) 4 τὸ et 5 λαμβάνομεν del. Heintz. dubit., cum scribat 5 παραλαμβάνομεν 6 ψεύδει Bekk.: ψευδεῖ G 11 ἀποδειχθέν Bekk.: ἀποδειχθέντα G 12 ἀποδειχθὲν Bekk.: ἀποδειχθέντος G)

ἀδήλου, ἐκεῖνο πάλιν ἐξ ἄλλου τινὸς δεήσει κεκρίσθαι, καὶ τὸ τρίτον ἐκ τετάρτου, καὶ οὕτως εἰς ἄπειρον·

εἰ δὲ ἐκ φαινομένου εἰς εἰς τὸν δι’ ἀλλήλων ἐκπεσούμεθα τρόπον, τὸ μὲν φαινόμενον ἐξ ἀδήλου πιστούμενοι, τὸ δὲ ἄδηλον ἀναστρόφως πάλιν ἐκ τοῦ φαινομένου βεβαιοῦντες.

ἀλλ’ εἰ μήτε πᾶν φαινόμενόν ἐστιν ἀληθὲς μήτε τὶ φαινόμενον, οὐδὲν φαινόμενόν ἐστιν ἀληθές. καὶ μὴν οὐδὲ ἄδηλον.

πάλιν γὰρ εἰ ἄδηλόν ἐστι τἀληθές, ἤτοι πᾶν ἄδηλόν ἐστιν ἀληθὲς ἢ οὐ πᾶν· οὔτε δὲ πᾶν ἄδηλόν ἐστιν ἀληθὲς οὔτε τὶ ἄδηλον, ὧς παραστήσομεν· οὐκ ἄρα οὐδὲ ἄδηλόν ἐστι τἀληθές. εἰ γὰρ πᾶν ἄδηλόν ἐστιν ἀληθές, πρῶτον μὲν ἐχρῆν μὴ στασιάζειν τοὺς δογματικούς, οἷον τοὺς μὲν ‘ὲν εἶναι λέγοντας στοιχεῖον τοὺς δὲ δύο, καὶ τοὺς μὲν ἀριθμητὰ τοὺς δὲ ἄπειρα, οὐδὲ τὰς ἀλλήλων ψευδοποιεῖν δόξας.

παντός τε ἀδήλου ἀληθοῦς ὄντος ἔσται τὰ μαχόμενα ἀληθῆ, καθάπερ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περισσούς· ἐπ’ ἴσης γάρ ἐστιν ἄδηλα, καὶ πάντα τὰ ἄδηλα ἔσται ἀληθῆ. οὐχὶ δέ γε τὰ μαχόμενα δύναται εἶναι ἀληθῆ· οὐκ ἄρα πάντα τὰ ἄδηλά ἐστιν ἀληθῆ.

καὶ μὴν οὐδὲ τινὰ τῶν ἀδήλων ἐστὶν ἀληθῆ. τὸ γὰρ τουτὶ μὲν τὸ ἄδηλον ἀληθὲς εἶναι, τουτὶ δὲ ψεῦδος, ἤτοι αὐτόθεν λέγεται καὶ χωρὶς κριτηρίου ἢ σὺν κριτηρίῳ. καὶ εἰ μὲν ἐξ ἑτοίμου λέγεται, οὐδὲν ἕξομεν λέγειν πρὸς τὸν τοὐναντίον ἀληθὲς ἀποφαινόμενον.

εἰ δὲ σὺν κριτηρίῳ, πάντως τοῦτο τὸ κριτήριον ἢ φαινόμενόν ἐστιν ἢ ἄδηλον. καὶ εἰ μὲν φαινόμενόν ἐστι, ψεῦδος ἔσται τὸ ἀρχῆθεν ὑποκείμενον, τὸ μόνον ἀληθὲς εἶναι τὸ ἄδηλον.

εἶτα καὶ αὐτὸ ᾧ κρίνομεν τὸ φαινόμενον, πόθεν ὅτι ἀληθές ἐστιν; εἰ μὲν αὐτόθεν, καὶ τὸ ὅτι οὐκ ἔστιν ἀληθὲς αὐτόθεν λεγόμενον ἔσται πιστόν· εἰ δὲ ἐκ φαινομένου, κἀκεῖνο τὸ φαινόμενον ἐξ ἄλλου ληφθήσεται φαινομένου, καὶ μέχρις [*](18 μήτε prim. Gen.: μὴ NLE: μὲν ς 19 ἀληθές. <οὐκ ἄρα φαινόμενόν ἐστι τἀληθές>. Kochalsky dubit. 19/20 οὐδὲ <τὸ> ἄδηλον edd. 23 τἀληθές Kochalsky coll. v. 20: τι G 26 οὐδὲ NLς: οἱ δὲ Ε: μηδὲ Bekk. dubit. Bekk. 3 τὸν om. N 8 αὐτὸ scr.: τὸ G: τὸ <κριτήριον τὸ> Kayser)

ἀπείρου·

εἰ δὲ ἐξ ἀδήλου, ὁ δι’ ἀλλήλων συστήσεται τρόπος, μήτε τὸ φαινόμενον δυναμένων ἡμῶν ἔχειν πιστὸν δίχα τοῦ ἀδήλου μήτε τὸ ἄδηλον βέβαιον χωρὶς τοῦ φαινομένου. τοίνυν οὐδὲ τὸ ἄδηλον δύναται εἶναι ἀληθές.

λείπεται ἄρα λέγειν τὸ κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον ἀληθές <. . . . . .>. εἰ γὰρ τὸ φαινόμενον, καθὸ φαινόμενόν ἐστι, τοῦτο ὑποτιθέμεθα ἀληθές, ἤτοι καθὸ πᾶν φαινόμενόν ἐστιν ἀληθὲς ὑποτιθέμεθα αὐτὸ ἀληθές, ἢ καθὸ οὐ πᾶν· καὶ εἰ τὸ ἄδηλον, καθὸ ἄδηλόν ἐστιν, ὑπόκειται ἀληθές, ἤτ’ οἱ καθὸ πᾶν ἄδηλον ἀληθές ἐστιν ὑπόκειται ἀληθές, ἢ καθὸ οὐ πᾶν. καὶ λοιπὸν τἀς αὐτὰς ἀπορίας ἐπισυνθήσομεν.

ὅθεν εἰ μήτε τὸ φαινόμενόν ἐστιν ἀληθὲς μήτε τὸ ἄδηλον μήτε τὸ κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον, ἄλλο δὲ παρὰ ταῦτα οὐδὲν ἔστιν, ἐξ ἀνάγκης οὐδέν ἐστιν ἀληθές.

Τινὲς δὲ καὶ τὴν ἀπὸ τοῦ γενικωτάτου τοῦ ὄντος ἐπάγουσιν ἀπορίαν. τουτὶ γὰρ πάντων μέν ἐστιν ἐπαναβεβηκὸς γένος, αὐτὸ δὲ οὐδενὶ ἑτέρῳ ὑπέσταλκεν. ἤτοι οὖν ἀληθές ἐστι τοῦτο ἢ ψεῦδος ἢ ἀληθὲς ἄμα καὶ ψεῦδος ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος.

καὶ εἰ μὲν ἀληθές ἐστι, πάντα γενήσεται ἀληθῆ, παρόσον ἐστὶν αὐτοῦ εἴδη· καὶ ὃν τρόπον ἐπεὶ τὸ γένος τῶν ἀνθρώπων ἄνθρωπός ἐστι, καὶ οἱ ἐπ’ εἴδους εἰσὶν ἄνθρωποι, καὶ ἐπεὶ λογικός, πάντες οἱ ἐπὶ μέρους εἰσὶ λογικοί, καὶ ἐπεὶ θνητός, ὡσαύτως θνητοί, οὕτως εἰ τὸ τῶν πάντων γένος ἐστὶν ἀληθές, ἀνάγκη καὶ πάντα τὰ ὄντα εἶναι ἀληθῆ.

πάντων δὲ ὄντων ἀληθῶν οὐδὲν ἔσται ψεῦδος, ψεύδους δὲ μὴ ὄντος οὐδὲ ἀληθές τι γενήσεται, ὧς πρότερον ὑπεμνήσαμεν (Ι 394 sqq.), δεικνύντες ἑκάτερον τούτων κατὰ τὴν ὧς πρὸς θάτερον σύμβλησιν νοούμενον. καὶ ἄλλως, πάντων ὄντων [*](32—36 ~ Hyp. II 86—87.) [*](17 post ἀληθές add. ὅπερ ἀδύνατον vel simile quid Bekk. dubit., ὃ πάλιν ἄτοπον Kayser, ὅπερ εὔηθες Kochalsky coll. p. 128, 30. 236, 11. 316, 26 18 τοῦτο del. Kochalsky coll. V. 21: <κατὰ τοῦτο Bekk. 28 ἐπισυνθήσομεν Bekk.: ἀποσυνθήσομεν G 27 τοῦ alt. del. Kayser 28 τὸ “τὶ” Kayser coll. p. 76, 11)

ἀληθῶν θήσομεν τὰ μαχόμενα ἀληθῆ, τοῦτο δέ ἐστιν ἄτοπον.

οὐ τοίνυν ἀληθές ἐστι τὸ γενικώτατον. καὶ μὴν οὐδὲ ψεῦδος διὰ τἀς ὁμοίας ἀπορίας. εἰ γὰρ ψεῦδός ἐστι, πάντα ἔσται τὰ μετέχοντα αὐτοῦ ψευδῆ· πάντα δὲ αὐτοῦ μετέχει τά τε σώματα καὶ τὰ ἀσώματα· πάντα ἄρα γενήσεται ψευδῆ. τῷ δὲ πάντα εἶναι ψευδῆ αἱ ἀνάλογον ἀπορίαι ἀκολουθήσουσιν.

λείπεται οὖν ἀληθὲς ἅμα καὶ ψεῦδος λέγειν αὐτὸ εἶναι, ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος. ὃ χεῖρόν ἐστι τῶν πρότερον ὑποδεδειγμένων διὰ τὸ ἀκολουθεῖν τούτῳ τὸ πάντα τὰ ἐπὶ μέρους ἀληθῆ ἅμα καὶ ψευδῆ ἢ οὔτε ἀληθῆ οὔτε ψευδῆ γίνεσθαι· ὅπερ ἐστὶν ἄτοπον. οὐ τοίνυν ἔστι τι ἀληθές.

Καὶ μὴν τὸ ἀληθὲς ἤτοι τῶν κατὰ διαφορὰν καὶ φύσει ἐστὶν ἢ τῶν πρός τι· οὐδὲν δὲ τούτων ἐστίν, ὧς παραστήσομεν· οὐκ ἄρα ἔστι τἀληθές. κατὰ διαφορὰν μὲν οὖν καὶ φύσει οὐκ ἔστι τἀληθές, παρόσον τὸ κατὰ διαφορὰν καὶ φύσει ὑποκείμενον ὡσαύτως τοὺς ὁμοίως διακειμένους κινεῖ, οἶον τὸ θερμὸν οὐ πρὸς ἄλλον μέν ἐστι θερμὸν πρὸς ἄλλον δὲ ψυχρόν, ἀλλὰ πρὸς πάντας τούς ὡσαύτως διακειμένους θερμόν.

τὸ δὲ ἀληθὲς οὐχ ὁμοίως πάντας κινεῖ, ἀλλὰ ταὐτὸν ὧς μὲν πρὸς τόνδε ἀληθὲς εἶναι φαίνεται, ὧς δὲ πρὸς ἕτερον ψεῦδος. οὐκ ἄρα τῶν κατὰ διαφορὰν καὶ φύσει ὑποκειμένων ἐστὶ τὸ ἀληθές. εἰ δὲ τῶν πρός τι ἔστιν, ἐπεὶ τὰ πρός τι νοεῖται μόνον, οὐχὶ δὲ καὶ ὑπάρχει, πάντως καὶ τἀληθὲς ἐπινοητὸν ἔσται μόνον, οὐχ ὑπάρξει δέ.

καὶ ἄλλως, εἰ τῶν πρός τι ἔστι τὸ ἀληθές, ἔσται τὸ αὐτὸ ἀληθὲς ἅμα καὶ ψεῦδος· ὡς γὰρ τὸ αὐτὸ δεξιόν τε καὶ ἀριστερόν ἐστι, πρὸς τῷδε μὲν δεξιὸν πρὸς τῷδε δὲ ἀριστερόν, καὶ ὃν τρόπον τὸ αὐτὸ ἄνω καὶ κάτω λέγεται, ἄνω μὲν ὧς πρὸς τὸ ὑποκείμενον, κάτω δὲ ὧς πρὸς τὸ ὑπερκείμενον, οὕτω ταὐτὸ ἀληθὲς ἅμα καὶ ψεῦδος ἐροῦμεν. καὶ εἰ τοῦτο, οὐ μᾶλλον ἀληθὲς γενήσεται ἢ ψεῦδος, οὐ μὴν ἀληθές.

Δυνάμει δὲ καὶ ὁ Αἰνησίδημος τὰς ὁμοιοτρόπους κατὰ [*](13 ἐστι ψεῦδος N 25 ἔστι τἀληθές Bekk.: ἔστιν ἀληθές G 1 τἀληθές ς)

τὸν τόπον ἀπορίας τίθησιν. εἰ γὰρ ἔστι τι ἀληθές, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν ἐστιν, ἢ καὶ νοητόν ἐστι καὶ αἰσθητόν ἐστιν. [ἢ] οὔτε δὲ αἰσθητόν ἐστιν οὔτε νοητόν ἐστιν, οὔτε τὸ συναμφότερον, ὧς παρασταθήσεται· οὐκ ἄρα ἔστι τι ἀληθές.