Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ᾧ οὖν λόγῳ ἕτερόν τί ἐστιν ὁ δῆμος καὶ ἕτερον ὁ πολίτης, καὶ δῆμος μὲν τὸ ἐκ πολλῶν πολιτῶν ἄθροισμα, πολίτης δὲ ὁ εἶς, τῷ αὐτῷ λόγῳ διενήνοχεν <ἡ> ἀλήθεια τοῦ ἀληθοῦς,καὶ ἡ μὲν ἀλήθεια τῷ δήμῳ, τὸ δὲ ἀληθὲς τῷ πολίτῃ, [*](38—42 ~ Hyp. II 81—83.) [*](2 ἐπιβάλλεται G (at ἐπιβάλλει p. 60, 11 legitur) 23 ἡ add. Bekk. 24 inde a τὸ incipit N!)

διὰ τὸ τὴν μὲν εἶναι συστηματικήν, τὸ δὲ ἀπλοῦν.

δυνάμει δὲ ταῦτα ἀλλήλων κεχώρισται, ἐπεὶ τὸ μὲν ἀληθὲς οὐ πάντως ἐπιστήμης εἴχετο (καὶ γὰρ ὁ φαῦλος καὶ ὁ νήπιος καὶ ὁ μεμηνὼς λέγει μέν ποτέ τι ἀληθές, οὐκ ἔχει δὲ ἐπιστήμην ἀληθοῦς), ἡ δὲ ἀλήθεια [*](a) κατ’ ἐπιστήμην θεωρεῖται. ὅθεν καὶ ὁ ταύτην σοφός ἐστιν ἐπιστήμην γὰρ εἶχεν ἀληθῶν) καὶ οὔποτε ψεύδεται, κἂν ψεῦδος λέγῃ, διὰ τὸ μὴ ἀπὸ κακῆς ἀλλ’ ἀπὸ ἀστείας αὐτὸ διαθέσεως προφέρεσθαι.

καθὰ γὰρ ὁ περὶ τῆς τοῦ κάμνοντος σωτηρίας ψεῦδός τι λέγων ἰατρός, καὶ ἐπαγγελλόμενός δώσειν μὴ διδοὺς δέ, ψεῦδος μέν τι λέγει, οὐ ψεύδεται δέ πρὸς γὰρ τὴν τοῦ ἐπιστατουμένου σωτηρίαν αὐτῷ τὸ τοιοῦτο λαμβάνει τὴν ἀναφορὰν), καὶ ὧς οἱ ἅριστοι τῶν στρατηγῶν πρὸς εὐθυμίαν τῶν ὑποταττομένων [*](a) αὐτοῖς στρατιωτῶν πολλάκις ἐπιστολὰς ἀπὸ συμμαχίδων πόλεων πλασάμενοι ψεῦδος μέν τι λέγουσιν, οὐ ψεύδονται δὲ διὰ τὸ μὴ ἀπὸ πονηρᾶς γνώμης τοῦτο

ποιεῖν, καὶ ὃν τρόπον γραμματικὸς σολοικισμοῦ τιθεὶς ὑπόδειγμα σολοικισμὸν <μὲν> προφέρεται, οὐ σολοικίζει δέ οὐ γὰρ παρὰ ἀπειρίαν τοῦ ὀρθοῦ λόγου τοῦτο πάσχει), ὧδε καὶ ὁ σοφός, τουτέστιν ὁ τὴν τοῦ ἀληθοῦς ἐπιστήμην ἔχων, ἐρεῖ μέν ποτε ψεῦδος, ψεύσεται δὲ οὐδέποτε διὰ τὸ μὴ ἔχειν τὴν γνώμην ψεύδει συγκατατιθεμένην.

ὅτι [*](a) γά;ρ, φασίν, ἀπὸ τῆς διαθέσεως καὶ οὐκ ἀπὸ ψιλῆς τῆς προφορᾶς κριτέον ἐστὶ τὸν ψευδόμενον, πάρεστι μαθεῖν ἐκ τῶν τεθησομένων ὑποδειγμάτων. τυμβωρύχος γὰρ λέγεται καὶ ὁ ἐπὶ τῷ σκυλεύειν τοὺς νεκροὺς τοῦτο πράττων καὶ ὁ τύμβους τοῖς νεκροῖς ὀρύττων· ἀλλ’ ὁ μὲν πρῶτος κολάζεται ὡς ἀπὸ κακῆς [*](32 προσφέρεσθαι N 4/5 ὁ ἄριστος N 5a αὐτῶ N 6 πλασάμενοι LE: πλασάμενος Ν: παρασκευασάμενοι ’ς (cf. Kochalsky l. l. p. 33 sq) 6/7 λέγει N 7 ψεύδεται N 9 μὲν add. Bekk. 13 ψεύδεται ς IB τῆς om. N προσφορᾶς N τὸν L N (comp. scr.): τὸ Eς)

διαθέσεως τοῦτο πράσσων, ὁ δὲ δεύτερος καὶ μισθὸν λαμβάνει τῆς ὑπηρεσίας διὰ τὴν ἀντικειμένην αἰτίαν. προφανὲς τοίνυν ἐστίν, ὅτι καὶ τὸ ψεῦδος λέγειν τοῦ ψεύδεσθαι κατὰ πολὺ διενήνοχεν, ᾗ τὸ μὲν ἀπὸ ἀστείας γίνεται γνώμης, τὸ δὲ ψεύδεσθαι ἀπὸ πονηρας.

Ταῦτα καὶ περὶ τῆς ἀληθείας κατά τινας προαποδόντεες ἀκολούθως καὶ τὴν γενομένην τοῖς δογματικοῖς φιλοσόφοις διάστασιν περὶ τοῦ κριτηρίου σκοπῶμεν· ἀνάγκη γάρ ἐστι ζητοῦντας περὶ τῆς τούτου ὑπάρξεως συνεπιθεωρεῖν καὶ ὅ τι ἐστίν.

πολλαὶ μὲν οὖν καὶ ποικίλαι διαιρέσεις φέρονται κατὰ τὸν τόπον· ἀλλ’ ἡμῖν ἀπόχρη πρὸς τὸ παρὸν λέγειν, ὅτι οἱ μὲν ἀνεῖλον τὸ κριτήριον, οἱ δὲ ἀπέλιπον. καὶ τῶν ἀπολιπόντων τρεῖς αἱ ἀνωτάτω γεγόνασι στάσεις· οἱ μὲν γὰρ ἐν λόγῳ τοῦτο ἀπέλιπον, οἱ δέ ἐν ταῖς ἀλόγοις ἐναργείαις, οἱ δὲ ἐν ἀμφοτέροις.

καὶ δὴ ἀνεῖλον μὲν αὐτὸ Ξενοφάνης τε ὁ Κολοφώνιος καὶ Ξενιάδης ὁ Κορίνθιος καὶ Ἀνάχαρσις ὁ Σκύθης καὶ Πρωταγάρας καὶ Διονυσόδωρος, πρὸς δὲ τούτοις Γοργίας ὁ Λεοντῖνος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Ἀνάξαρχος ὁ εὐδαιμονικὸς καὶ Μόνιμος ὁ κύων. ἐν τούτοις δέ εἰσι καὶ οἱ ἀπὸ τῆς σκέψεως.]

ὧν Ξενοφάνης μὲν κατά τινας εἰπὼν πάντα ἀκατάληπτα ἐπὶ ταύτης ἔστη τῆς φορᾶς , ἐν οἶς γράφει (B 34 Diels)

  • καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν, οὐδέ τις ἔσται
  • εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων·
  • εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,
  • αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ’ ἐπὶ πᾶσι τέτυκται.
  • [*](46—53 ~ Hyp. II 17—18.) [*](22 ψεῦδος Bekk.: ψευδές G 23 μὲν <καὶ> Ariiim 29/30 αἱρέσεις Kayser coll. p. 172, 19. 222, 5. 30 τόπον N (cf. p. 296, 12. 549, 31); τρόπον LE ’ς 1 γὰρ om. N ἀπέλειπον Ν ἐναργείαις Heintz coll. p. 234,30. 247,31: ἐνεργείαις G 5 <Εὐθύδημος καὶ> Δῖον. Kayser coll. p. 203, 25 5/6 ὁ λεοντῖνος LEYR: ὁ λεκτῖνος N: φλιοντῖνος B: λεοντῖνος A 7 Μόνιμος LE ς: διογενὴς N 7—8 delevi p. 60, 21 8 κατά τινας εἰπών NLE : εἰπὼν κ’. τ’. ’ς 9 ἔστη LEAR et N (corr. ex ἕστιαι) : ἔστι BV 11 οἶδεν NA)

    διὰ τούτων γὰρ σαφὲς μὲν ἔοικε λέγειν τἀληθὲς καὶ τὸ γνώριμον, καθὸ καὶ λέγεται (Eiiripid. Pboen. 469)

  • ἀπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
  • ἄνδρα δὲ τὸν ἄνθρωποι, τῷ εἰδικῷ καταχρώμενος ἀντὶ τοῦ γένους· εἶδος γὰρ ἀνθρώπου καθέστηκεν ὁ ἀνήρ. σύνηθες δ’ ἐστὶ τούτῳ χρῆσθαι τῷ τρόπῳ τῆς φράσεως καὶ ‘Ιπποκράτει, ὅταν λέγῃ (aphorism.VII 43) ‘‘ γυνὴ ἀμφιδέξιος οὐ γίνεται ”, τουτέστι θήλεια ἐν τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας οὐ συνίσταται. ἀμφὶ θεῶν δὲ ὑποδειγματικῶς περί τινος τῶν ἀδήλων, δόκον δὲ τὴν δόκησιν καὶ τὴν δόξαν.

    ὥστε τοιοῦτον εἶναι κατὰ ἐξάπλωσιν τὸ ὑπ’ αὐτοῦ λεγόμενον ,, μὲν οὖν ἀληθὲς καὶ γνώριμον οὐθεὶς ἄνθρωπος οἶδε, τό γε ἐν τοῖς ἀδήλοις πράγμασιν· κἂν γὰρ ἐκ τύχης ἐπιβάλλῃ τούτῳ, ὅμως οὐκ οἶδεν ὅτι ἐπιβέβληκεν αὐτῷ, ἀλλ’ οἴεται καὶ δοκεῖ‘‘.

    ὥσπερ γὰρ εἰ ἐν ζοφερῷ οἰκήματι καὶ πολλὰ ἔχοντι κειμήλια ὑποθοίμεθά τινας χρυσὸν ζητοῦντας , ὑποπεσεῖται διότι ἕκαστος μὲν τούτων λαβόμενός τινος τῶν ἐν τῷ οἰκήματι κειμένων οἰήσεται τοῦ χρυσοῦ δεδράχθαι, οὐδεὶς δὲ αὐτῶν ἔσται πεπεισμένος ὅτι τῷ χρυσῷ περιέπεσε, κἂν μάλιστα τύχῃ τούτῳ περιπεπτωκώς , ὧδε καὶ εἰς τουτονὶ τὸν κόσμον ὥσπερ τινὰ μέγαν οἶκον παρῆλθε πλῆθος φιλοσόφων ἐπὶ τὴν τῆς ἀληθείας ζήτησιν, ἧς τὸν λαβόμενον εἰκός ἐστιν ἀπιστεῖν ὅτι εὐστόχησεν.

    Οὑτος μὲν δὴ οὔ φησιν εἶναι κριτήριον ἀληθείας διὰ τὸ μηδὲν εἶναι καταληπτὸν ἐν τῇ φύσει τῶν ζητουμένων·

    Ξενιάδης δὲ ὁ Κορίνθιος, οὗ καὶ Δημόκριτος μέμνηται, πάντ’ εἰπὼν ψευδῆ, καὶ πᾶσαν φαντασίαν καὶ δόξαν ψεύδεσθαι, καὶ ἐκ τοῦ μὴ ὄντος πᾶν τὸ γινόμενον γίνεσθαι, καὶ εἰς τὸ μὴ ὅν πᾶν τὸ φθειρόμενον φθείρεσθαι, δυνάμει τῆς αὐτῆς ἔχεται τῷ Ξενοφάνει στάσεως.

    μὴ ὄντος γάρ τινος ἀληθοῦς κατὰ διαφορὰν τοῦ ψεύδους, ἀλλὰ πάντων ψευδῶν ὄντων καὶ διὰ τοῦτο ἀκαταλήπτων, οὐδὲ [*](24 <ὠς> περὶ Kayser 29 εἰ E ex corr.: οἱ NL ’ς 31 ὅτι Kajser coll. p. 501, 23 τούτω N 3 τύχη E ς: τύχοι NL (cf. ad p. 239, 29. 298, 6) 11 γεννώμενον N)

    διακριτικόν τι τούτων ἔσται κριτήριον. τὸ δ’ ὅτι πάντα ἐστὶ ψευδῆ καὶ διὰ τοῦτο ἀκατάληπτα, δείκνυται ἐκ τῆς τῶν αἰσθήσεων διαβολῆς· εἰ γὰρ τὸ ἐπαναβεβηκὸς κριτήριον πάντων τῶν πραγμάτων ἐστὶ ψευδές, ἐξ ἀνάγκης καὶ πάντα ἐστὶ ψευδῆ. τὸ δέ γε ἐπαναβεβηκὸς κριτήριον πάντων τῶν πραγμάτων εἰσὶν αἱ αἰσθήσεις, καὶ δείκνυνται ψευδεῖς· πάντα ἄρα τὰ πράγματά ἐστι ψευδῆ.

    Καὶ Ἀνάχαρσις, ὡς φασίν, ὁ Σκύθης πάσης τέχνης τὴν κριτικὴν κατάληψιν ἀναιρεῖ, σφόδρα τε ἐπιτιμᾷ τοῖς Ἕλλησι ταύτην ἀπολείπουσιν· τίς γάρ ἐστι, φησίν, ὁ κρίνων τι τεχνικῶς; ἆρά γε ὁ ἰδιώτης ἤ ὁ τεχνίτης; ἀλλ’ ἰδιώτην μὲν οὐκ ἂν εἴποιμεν· πεπήρωται γὰρ πρὸς τὴν γνῶσιν τῶν τεχνικῶν ἰδιωμάτων, καὶ ὧς οὔτε τυφλὸς λαμβάνει τὰ τῆς ὁράσεως ἔργα οὔτε κωφὸς τὰ τῆς ἀκοῆς, οὕτως οὐδὲ ὁ ἄτεχνος ὀξυωπεῖ πρὸς τὴν κατάληψιν τοῦ τεχνικῶς ἀποτελεσθέντος, ἐπεί τοι ἐὰν καὶ τούτῳ μαρτυρῶμεν τήν τινος πράγματος τεχνικοῦ κρίσιν, οὐ διοίσει τῆς τέχνης ἡ ἀτεχνία, ὅπερ ἐστὶν ἄτοπον· ὥστε οὐχ ὁ ἰδιώτης ἐστὶ κριτὴς τῶν τεχνικῶν ἰδιωμάτων.

    λείπεται ἄρα λέγειν τὸν τεχνίτην· ὃ πάλιν ἐστὶν ἀπίθανον. ἤτοι γὰρ ὁ ὁμόζηλος τὸν ὁμόζηλον ἢ ὁ ἀνομόζηλος τὸν ἑτερόξηλον κρίνει. ἀλλ’ ὁ ἑτερόζηλος οὐχ οἶός τέ ἐστι κρίνειν τὸν ἑτερόζηλον· τῆς γὰρ ἰδίας τέχνης ἑ ’στὶν ἐπιγνώμων, πρὸς δὲ τὴν ἀλλοτρίαν ἰδιώτης καθέστηκεν.

    καὶ μὴν οὐδὲ <ὁ> ὁμόζηλος τὸν ὁμόζηλον δοκιμάζειν· αὐτὸ γὰρ τοῦτο ἐζητοῦμεν, τίς ἐστιν ὁ τούτους κρίνων ἐν μιᾷ δυνάμει τὸ ὅσον ἐπὶ τῇ αὐτῇ τέχνῃ καθεστῶτας. ἄλλως τε, εἴπερ οὗτος ἐκεῖνον κρίνει, γενήσεται τὸ αὐτὸ κρῖνόν τε καὶ κρινόμενον πιστόν τε καὶ ἄπιστον·

    ᾗ μὲν γὰρ ὁμόζηλός ἐστιν ὁ [*](17 post ἀκατάληπτα ’ς iterant e vv. 15/16 οὐδὲ διακριτικὸν τούτων ἔσται κριτήριον 19 καἲ <αὐτὰ> πάντα Jaeger πάντα <τὰ πράγματα> Kochalsky coll. vv. 18/19, 20/21, 22 at cf. V. 16 21 αἱ om. NAB 22 ἄρα <καὶ> τά N, quod Kochalsky coU. v. 19 25 ταύτην Gen,: ταύτης G <οὐ> κρίνει ’ς 5 κρίνει — 6 ἑτερόζηλον N in mrgne, ubi fere evanuit 8 ὁ add. Gen.)

    ἕτερος τῷ κρινομένῳ, κρινόμενος καὶ αὐτὸς ἄπιστος [*](14a) ἔσται, ᾐ δὲ κρίνει, πιστὸς γενήσεται. οὐ δυνατὸν δὲ τὸ αὐτὸ καὶ κρῖνον καὶ κρινόμενον καὶ πιστὸν καὶ ἄπιστον ὑπάρχειν· οὐκ ἄρα ἔστι τις ὁ κρίνων τεχνικῶς.

    διὰ δὲ τοῦτο οὐδὲ κριτήριον· τῶν γὰρ κριτηρίων τὰ μέν ἐστι τεχνικὰ τὰ δὲ ἰδιωτικά, οὔτε δὲ τὰ ἰδιωτικὰ κρίνει, ὥσπερ οὐδὲ ὁ ἰδιώτης, οὔτε τὰ τεχνικά, ὥσπερ οὐδὲ ὁ τεχνίτης, διὰ τὰς ἔμπροσθεν εἰρημένας ρημένας αἰτίας. τοίνυν οὐδέν ἐστι κριτήριον.

    Καὶ Πρωταγόραν δὲ τὸν Ἀβδηρίτ ην ἐγκατέλεξάν τινες τῷ χορῷ τῶν ἀναιρούντων τὸ κριτήριον φιλοσόφων, ἐπεί φησι πάσας τὰς φαντασίας καὶ τὰς δόξας ἀληθεῖς ὑπάρχειν καὶ τῶν πρός τι εἶναι τὴν ἀλήθειαν διὰ τὸ πᾶν τὸ φανὲν ἢ δόξαν τινὶ εὐθέως πρὸς ἐκεῖνον ὑπάρχειν. ἐναρχόμενος γοῦν τῶν Καταβαλλόντων ἀνεφώνησε (B 1 Diels) „πάντων χρημάτων μέτρον ἐστὶν ἄνθρωπος, τῶν μὲν ὄντων ὡς ἔστιν,