Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

καὶ δὴ τῇ ἡλικίᾳ μὲν οὐ προσεκτέον, ἐπείπερ οἱ πλείους τῶν δογματικῶν ὁμήλικες σχεδὸν ἦσαν ὅτε αὑτοὺς ἔλεγον κριτήρια τῆς ἀληθείας· πάντες γὰρ πρεσβῦται γενόμενοι, οἷον Πλάτων’, εἰ τύχοι, καὶ Δημόκριτος καὶ Ἐπίκουρος καὶ Ζήνων, ἑαυτοῖς τὴν εὕρεσιν σιν τῆς ἀληθείας προσεμαρτύρησαν.

εἶτ’ οὐκ ἀπέοικεν, ὧς ἐν τῷ βίῳ καὶ τῇ κοινῇ συνηθείᾳ θεωροῦμεν, ὅτι συνετώτεροι πολλάκις τῶν πρεσβυτέρων εἰσὶ νέοι, τὸν αὐτὸν τρόπον κἀν φιλοσοφίᾳ εὐεπηβολωτέρους γεγονέναι παρὰ τοὺς πρεσβύτας τοὺς νέους.

ἔνιοι μὲν γάρ, ὧν ἐστὶ καὶ Ἀσκληπιάδης ὁ ἰατρός, διαρρήδην ἔλεξαν πολλῷ λείπεσθαι τῆς περὶ τούς νέους συνέσεως καὶ ἀγχινοίας τοὺς πρεσβύτας, παρὰ δὲ τὴν τῶν πολλῶν καὶ εἰκαιοτέρων ψευδοδοξίαν ἐναντίως ἔχειν ὑπελήφθη τὸ πρᾶγμα. διὰ γὰρ τὸ πολύπειρον τῶν πρεσβυτῶν ἔδοξαν οἱ νεώτεροι λείπεσθαι κατὰ σύνεσιν, τοῦ πράγματος ἐναντίως ἔχοντος· πολυπειρότεροι μὲν γάρ, ὡς ἔφην, εἰσὶν οἱ γεγηρακότες, οὐ συνετώτεροι δὲ παρὰ τοὺς νέους. οὐκοῦν διὰ μὲν ἡλικίαν οὐ λεκτέον κριτήριον εἶναί τινα τῶν δογματικῶν.

καὶ μὴν οὐδὲ διὰ φιλοπονίαν. πάντες γὰρ ἐπ’ ἴσης εἰσὶ φιλόπονοι, καὶ οὐδείς ἐστιν ὃς εἰς τὸν τῆς ἀληθείας ἀγῶνα κατελθὼν καὶ ταύτην εὑρηκέναι φήσας ῥαθύμως ἀνέστραπται. πάντων δὲ κατὰ τοῦτο ἰσότητα μαρτυρουμένων, τὸ ἑνὶ μόνον προσκλιθῆναι τῶν ἀδίκων ἐστίν.

ὡσαύτως δὲ οὐκ ἄν τις ἄλλον ἄλλου κάλλιον προκρίνειεν ἕνεκα συνέσεως. πρῶτον μὲν γὰρ συνετοὶ πάντες ὑπῆρχον, καὶ οὐχ οἱ μὲν νωθεῖς οἱ δὲ οὐ [*](27 κριτήριον ς 32 <ν οἱ> νέοι Kochalsky coll. p. 260, 1 εὑ ἐπιβολωτέρους (sic) N 15 τὸ Bekk.: τῶ G μόνον NLE: μόνω ς 17 κάλλιον προκρίνειεν N: κρίνη LEς: Bekk.)

τοιοῦτοι. εἶτα πολλάκις οἱ συνετοὶ δοκοῦντες ὑπάρχειν οὐ τῆς ἀληθείας τοῦ δὲ ψεύδους εἰσὶ συνήγοροι. τῶν γοῦν ῥητόρων τοὺς μὲν τῷ ψεύδει γενναίως συλλαμβανομένους καὶ εἰς ἴσην αὐτὸ πίστιν ἀνάγοντας τῷ ἀληθεῖ δυνατούς τε καὶ νοεροὺς εἶναί φαμεν, τοὺς δὲ μὴ τοιούτους ἀνάπαλιν βραδεῖς τε καὶ ἀσυνέτους.

τάχα τοίνυν κἀν φιλοσοφίᾳ οἱ μὲν περινούστατοι τῶν ζητησάντων τὴν ἀλήθειαν τῷ εὐφυεῖς εἶναι πιθανοὶ καθεστάναι δοκοῦσι, κἂν τῷ ψεύδει συνηγορῶσιν, οἱ δὲ ἀφυεῖς ἀπίθανοι, κἂν τῷ ἀληθεῖ συμμαχῶσιν. οὔτε οὖν διὰ ἡλικίαν οὔτε διὰ φιλοπονίαν οὔτε διὰ σύνεσιν οἰκεῖόν ἐστι τινὰ τινὸς προκρίνειν καὶ τόνδε μὲν λέγειν εὑρηκέναι τἀληθὲς τόνδε δὲ μηδαμῶς.

μῶς. καταλείπεται τοίνυν τῷ πλήθει τῶν συμφωνούντων προσέχειν· τάχα γάρ τις τοῦτον ἄριστον κριτὴν εἶναι τῆς ἀληθείας φήσει τὸν ᾧ συμφώνως οἱ πλείους μαρτυροῦσιν. ὅπερ ἐστὶ ληρῶδες καὶ τῶν προδιαβεβλημένων ἡμῖν κριτηρίων χεῖρον. ἔνα γὰρ τἆλλα παρῶμεν, ἴσοι εἰσὶ τοῖς περί τινων συμφωνοῦσιν οἱ τοῖς αὐτοῖς ἀντιφωνοῦντες, οἷον τοῖς Ἀριστοτελικοῖς οἱ Ἐπικούρειοι καὶ τοῖς Ἐπικουρείοις οἱ ἀπὸ τῆς Στοᾶς, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

εἰ οὖν ἄριστός ἐστιν ὁ συνεωρακὼς τἀληθές, ἐπεὶ ταὐτὸ ἀξιοῦσι πάντες οἱ ἀπὸ αὐτοῦ ὁρμώμενοι, τί μᾶλλον τόνδε ἤ τόνδε ἄριστον εἶναι φήσομεν καὶ κριτήριον ἀληθείας; οἷον <εἰ> Ἐπίκουρον διὰ τὸ πολλοὺς εἶναι τοὺς περὶ αὐτοῦ συμφωνοῦντας ὅτι εὗρε τἀληθές, τί μᾶλλον Ἐπίκουρον ἢ Ἀριστοτέλη; ἢ ὅτι οὐκ] ἐλάσσους εἰσὶν οἱ καὶ τούτῳ συνασπίζονται;

οὐ μὴν ἀλλ’ ὧς πάλιν ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν οὐκ ἀδύνατόν ἐστιν ἕνα συνετὸν ἀμείνονα εἶναι πολλῶν ἀσυνέτων, οὕτ’ ὢ καὶ ἐν φιλοσοφίᾳ οὐκ ἀπέοικεν ἔνα φρόνιμον εἶναι καὶ διὰ τοῦτο πιστόν, πολλοὺς δὲ [*](327—334 ~ Hyp. ΙΙ 43—44.) [*](21 ψεύδει γενναίως Kalbfleisch: ψευδεῖς εἷναι ὡς G: ψεύδει πιθανῶς Bekk. 22 εἰς om. N αὐτὸ Bekk.: αὐτοὺς G: αὐτοῖς Fabr. 30 εὑρηκέναι Bekk.: εἰρηκέναι G 1 γὰρ <ἄν>τις Bekk. dubit. 2 φήσει Heintz: φήσειε G 8 ἐπεὶ — 9 ὁρμώμενοι perspectum 8 ἐπειδὴ αὐτὸ L 9 ἀπὸ αὐτοῦ NLE: ἀπὸ τοῦ αὐτοῦ ς 10 εἰ add. Bekk, 13 οὐΧ del Meineke)

χηνώδεις καὶ διὰ τοῦτο ἀπ’ ἱστοὺς, κἂν συμφώνως τινὶ προσμαρτυρῶσιν· σπάνιος μὲν γάρ ἐστιν ὁ συνετός, πολὺς δὲ ὁ εἰκαῖος.

εἶτα κἂν τῇ συμφωνίᾳ καὶ τῇ τῶν πλειόνων νῶν μαρτυρίᾳ προσέχωμεν, πάλιν εἰς τοὐναντίον τῇ προθέσει περιαγόμεθα· κατ’ ἀνάγκην γὰρ τῶν περί τινος συμφωνούντων πλείους εἰσὶν οἱ περὶ αὐτοῦ διαφωνοῦντες. ὃ δὲ λέγω, σαφέστερον γενήσεται οἰκείου τεθέντος ἡμῖν παραδείγματος.

ἔστω γάρ, ὑποθέσεως χάριν, τῶν καθ’ ἑκάστην αἵρεσιν φιλοσοφούντων πλείους εἶναι τοὺς κατὰ τὴν Στωικὴν αἵρεσιν φιλοσοφοῦντας, λεγέτωσάν τε οὗτοι συμφώνως Ζήνωνα μόνον εὑρηκέναι τἀληθές, ἕτερον δὲ μηδένα. οὐκοῦν ἀντιφθέγξονται αὐτοῖς οἱ ἀπὸ Ἐπικούρου, ψεύδεσθαι δὲ αὐτοὺς ἐροῦσιν οἱ ἀπὸ Περιπάτου, ἀντεροῦσι δὲ καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας καὶ καθόλου πάντες οἱ ἀπὸ τῶν αἱρέσεων,

ὥστε πάλιν τούτους τοὺς συμφώνως Ζήνωνα προκεκρικότας, συγκρινομένους τοῖς συμφώνως λέγουσι μὴ εἶναι Ζήνωνα κριτήριον, κατὰ πολὺ ἐλάσσους εὑρίσκεσθαι. καὶ παρ’ αὐτὸ τοῦτο· εἰ τοῖς συμφώνως περί τινος ἀποφαινομένοις χρὴ πιστεύειν ὅταν ὦσι πολλοί, οὐδένα ῥητέον τἀληθὲς εὑρηκέναι· παντὶ γὰρ τῷ ὑπό τινων ἐπαινουμένῳ πολύς ἐστιν ὁ ἐκ τῶν ἄλλων αἱρέσεων ἀντιφθεγγόμενος.

τὸ δὲ πάντων συνεκτικώτατον· οἱ περί τινος ὧς εὑρηκότος τἀληθὲς συμφωνοῦντες ἤτοι διάφορον ἔχουσι διάθεσιν καθ’ ἣν συμφωνοῦσιν, ἢ διάφορον μὲν οὐδαμῶς μίαν δὲ καὶ τὴν αὐτήν. ἀλλὰ διάφορον μὲν οὐδαμῶς ἂν ἔχοιεν, ἐπεὶ πάντως αὐτοὺς δεήσει διαφωνεῖν· μίαν δὲ ἔχοντες εἰς ἰσότητα περιίστανται τῷ τοὐναντίον ἀποφαινομένῳ. ὧς γὰρ ἐκεῖνος μίαν ἔχει διάθεσιν καθ’ ἣν ἀντιπέπτωκεν αὐτοῖς,

οὕτω καὶ οὗτοι τὴν ἴσην ἔχουσιν ἐκείνῳ, παρέλκοντος λοιπὸν τοῦ πλήθους αὐτῶν πρὸς πίστιν· καὶ γὰρ εἰ καθ’ ὑπόθεσιν εἰς ἦν ἐξ αὐτῶν ὁ τοῦτο λέγων, ἴσον ἂν ἐδύνατο τοῖς πᾶσιν.

[*](20/21 πλεόνων Eg 21/22 προσθέσει LE 2 τῶν <ἄλλων> αἱρέσεων Fabr. post Hervetum 6 πιστεύειν NL: προτεύειν E: γνωματεύειν ς 10 εὑρηκότος Bekk.: εἰρηκότος G 14 εἰς om. N )

Ἀλλ’ εἴπερ ὁ τὴν ἀλήθειαν εὑρηκὼς ἐν φιλοσοφίᾳ ἢ διὰ ἡλικίαν ἤ διὰ φιλοπονίαν ἢ διὰ σύνεσιν ἢ τῷ πολλοὺς ἔχειν τοὺς μαρτυροῦντας εὐστοχηκέναι λέγεται, παρεστήσαμεν δὲ ἡμεῖς, ὅτι δι’ οὐδὲν τούτων ῥητέον κριτήριον αὐτὸν ὑπάρχειν ἀληθείας, φαίνεται ὡς ἀνεύρετόν ἐστι τὸ ἐν φιλοσοφίᾳ κριτήριον.

Ἔτι ὁ λέγων αὑτὸν ἀληθείας εἶναι κριτήριον τὸ φαινόμενον αὑτῷ λέγει, καὶ οὐδὲν πλεῖον. τοίνυν ἐπεὶ καὶ ἕκαστος τῶν ἄλλων φιλοσόφων τὸ φαινόμενον αὑτῷ λέγει καὶ ἐναντίον τῷ προενεχθέντι, δῆλον ὡς ἴσου πᾶσιν ὄντος τοῦ τοιούτου οὐ δυνησόμεθα ὡρισμένως τινὰ κριτήριον εἶναι λέγειν. εἰ γὰρ οὗτος πιστός, ὅτι φαίνεται αὐτῷ τὸ εἶναι αὑτὸν κριτήριον, πιστὸς ἔσται καὶ ὁ δεύτερος, ἐπεὶ καὶ αὐτῷ φαίνεται κριτήριον εἶναι αὑτόν, καὶ οὕτως ὁ τρίτος καὶ οἱ λοιποί· ᾧ συνεισάγεται τὸ μηδένα ὡρισμένως κριτήριον ἀληθείας ὑπάρχειν.

πρὸς τούτοις ἢ φάσει τις ἑαυτὸν κριτήριον εἶναι λέγει ἢ κριτηρίῳ προσχρώμενος. ἀλλὰ φάσει μὲν φάσει ἐπισχεθήσεται, κριτηρίῳ δὲ προσχρώμενος περιτραπήσεται. ἤτοι γὰρ διάφωνόν ἐστιν αὐτῷ τοῦτο τὸ κριτήριον ἢ σύμφωνον. καὶ εἰ μὲν διάφωνον, ἄπιστον, ἐπείπερ διαπεφώνηκε τῷ οἰομένῳ αὑτὸν κριτήριον ὑπάρχειν·

εἰ δὲ σύμφωνον, χρείαν ἑξεῖ τοῦ κρίνοντος. ὥσπερ γὰρ οὗτος ὁ κριτήριον αὑτὸν ἀποφαινόμενος ἄπιστος ἦν, οὕτω καὶ τὸ σύμφωνον αὐτῷ κριτήριον, ἐπεὶ τρόπῳ τινὶ τὴν αὐτὴν ἔσχηκεν ἐκείνῳ δύναμιν, δεήσεται ἑτέρου τινὸς κριτηρίου. καὶ εἰ τοῦτο, οὐ λεκτέον ἕκαστον τῶν φιλοσόφων εἶναι κριτήριον· πᾶν γὰρ τὸ κρίσεως δεόμενον ἐξ αὑτοῦ ἐστιν ἄπιστον.

πάλιν ὁ λέγων ἑαυτὸν κριτήριον ἤτοι φάσει τοῦτο ἀξιοῖ ἢ ἀποδείξει. καὶ φάσει μὲν οὐ δύναται δι’ ἃς προεῖπον αἰτίας· εἰ δὲ ἀποδείξει, πάντως ὑγιεῖ· τὸ δὲ ὅτι ἐστὶν ὑγιὴς ἡ [*](26 ἔτι Bekk.: ἐπεὶ G 27 οὐδὲν—29 καὶ om. ς 29 προενεχθέντι EVR: προνεχθ. N: προσνεχθ. L: προσενεχθ. ΑΒ 6 μὲν <λέγων> Bekk. dubit. 7 διαφωνοῦν τι E 8 τὸ τοῦτο L 10 ἔχει ς 11 κρινοῦντος Kayser coll. p. 265, 9. 285, 18. 325, 14 19 ὑγιεῖ· τὸ δὲ ὅτι scr. coll. p. 258, 27. 367, 15. 384, 5 vide Mus. Rhen. LXIX: ἐπεὶ ὑπὲρ τὸ δέον G: ὑποδεικτέον, ὅτι Kayser)

τοιαύτη ἀπόδειξις, ἤτοι φάσει λέγεται ἢ ἀποδείξει, καὶ ταῦτ’ εἰς ἄπειρον. τοίνυν καὶ διὰ τοῦτο λεκτέον ἀνεύρετον εἷναι τὸ τῆς ἀληθείας κριτήριον.

Ἐρωτᾶται δὲ καὶ οὕτως· οἱ κρίνειν τἀληθὲς ἐπαγγελλόμενοι κριτήριον ἔχειν ὀφείλουσι τοῦ ἀληθοῦς. τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀνεπίκριτόν ἐστιν ἢ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτόν ἐστι, πόθεν ὅτι πιστόν; οὐδὲν γὰρ τῶν ἀμφισβητουμένων χωρὶς κρίσεως ἐστι πιστόν. εἰ δὲ ἐπικέκριται, πάλιν τὸ κρῖναν αὐτὸ ἤτοι ἀνεπίκριτόν ἐστιν ἤ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτον, ἄπιστον· εἰ δὲ ἐπικέκριται, πάλιν τὸ ἐπικρῖναν αὐτὸ ἤτοι ἐπικέκριται ἢ οὐκ ἐπικέκριται, καὶ οὕτως εἰς ἄπειρον.