Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἁπτώμεθα δὲ ἑξῆς καὶ τῶν μετὰ τοὺς φυσικοὺς αἱρέσεων.

Πλάτων’ τοίνυν ἐν τῷ Τιμαίῳ διελόμενος τὰ πράγματα εἴς τε τὰ νοητά καὶ αἰσθητά, καὶ εἰπὼν περιληπτὰ μὲν λόγῳ εἶναι τὰ νοητὰ, δοξαστὰ δὲ τυγχάνειν τὰ αἰσθητά, προδήλως κριτήριον ὥρισε τῆς τῶν πραγμάτων γνώσεως τὸν λόγον, συμπεριλαβὼν αὐτῷ καὶ τὴν διὰ τῆς αἰσθήσεως ἐνάργειαν.

λέγει δὲ οὕτως (Tim. 27 D)· “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δὲ δόξῃ μετὰ αἰσθήσεως.”

περιληπτικὸν δὲ καλεῖσθαί φασι λόγον παρ’ αὐτῷ οἱ Πλατωνικοὶ τὸν κοινὸν τῆς ἐναργείας καὶ τῆς ἀληθείας. δεῖ γὰρ τὸν λόγον ἐν τῷ κρίνειν τὴν ἀλήθειαν ἀπὸ τῆς ἐναργείας ὁρμᾶσθαι, εἴπερ δι ἐναργῶν ἡ κρίσις γίνεται τῶν ἀληθῶν. ἀλλ’ ἥ τε ἐνάργεια οὐκ ἔστιν αὐτάρκης πρὸς γνῶσιν ἀληθοῦς· οὐ γὰρ εἴ τι κατ’ ἐνάργειαν φαίνεται, τοῦτο καὶ κατ’ ἀλήθειαν ὑπάρχει· ἀλλὰ δεῖ παρεῖναι τὸ κρῖνον τί τε φαίνεται μόνον καὶ τί σύν τῷ φαίνεσθαι ἔτι καὶ κατ’ ἀλήθειαν ὑπόκειται, τουτέστι [*](142 cf. Hyp. III 54.) [*](21/22 Διότιμος δὲ τρία LEς: διότι τρία μόνα N 22 κατ’ Ν: κατὰ ταὐτὸν LE ς 24 ὄψις — φαινόμενα N: om. LE ς 4 ἁπτώμεθα ς: ἁπτόμεθα NLE 6 τῷ om. N 14 περιληπτικὸν κὸν Bekk. coll. V. 30: περιληπτόν G 15 φησι N 18 γε Bekk. dubit.)

τὸν λόγον.

ἀμφότερα τοίνυν συνελθεῖν δεήσει, τήν τε ἐνάργειαν ὧς ἂν ἀφετήριον οὖσαν τῷ λόγῳ πρὸς τὴν κρίσιν τῆς ἀληθείας, καὶ αὐτὸν τὸν λόγον πρὸς διάκρισιν τῆς ἐναργείας. εἰς μέντοι τὸ ἐπιβάλλειν τῇ ἐναργείᾳ καὶ τὸ ἐν ταύτῃ ἀληθὲς διακρίνειν πάλιν συνεργοῦ δεῖται ὁ λόγος τῆς αἰσθήσεως· διὰ ταύτης γὰρ τὴν φαντασίαν παραδεχόμενος ποιεῖται τὴν νόησιν καὶ τὴν ἐπιστήμην τἀληθοῦς, ὥστε περιληπτικὸν αὐτὸν ὑπάρχειν τῆς τε ἐναργείας καὶ τῆς ἀληθείας, ὅπερ ἴσον ἐστὶ τῷ καταληπτικόν.

Ὧδε μὲν καὶ ὁ Πλάτων’· Σπεύσιππος (fr. 29 Lang) δέ, ἐπεὶ τῶν πραγμάτων τὰ μέν ἐστιν αἰσθητά, τὰ δὲ νοητά, τῶν μὲν νοητῶν κριτήριον ἔλεξεν εἶναι τὸν ἐπιστημονικὸν λόγον, τῶν δὲ αἰσθητῶν τὴν ἐπιστημονικὴν αἴσθησιν. ἐπιστημονικὴν δὲ αἴσθησιν ὑπείληφε καθεστάναι τὴν μεταλαμβάνουσαν τῆς κατὰ τὸν λόγον ἀληθείας.

ὥσπερ γὰρ οἱ τοῦ αὐλητοῦ ἢ τοῦ ψάλτου δάκτυλοι τεχνικὴν μὲν εἶχον ἐνέργειαν, οὐκ ἐν αὐτοῖς δὲ προηγουμένως τελειουμένην, ἀλλ’ ἐκ τῆς πρὸς τὸν λογισμὸν συνασκήσεως ἀπαρτιζομένην, [*](9a) καὶ ὧς ἡ τοῦ μουσικοῦ αἴσθησις ἐνέργειαν μὲν εἶχεν ἀντιληπτικὴν τοῦ τε ἡρμοσμένου καὶ τοῦ ἀναρμόστου, ταύτην δὲ οὐκ αὐτοφυῆ, ἀλλ’ ἐκ λογισμοῦ περιγεγονυῖαν, οὕτω καὶ ἡ ἐπιστημονικὴ αἴσθησις φυσικῶς παρὰ τοῦ λόγου τῆς ἐπιστημονικῆς μεταλαμβάνει τριβῆς πρὸς ἀπλανῆ τῶν ὑποκειμένων [*](14a) διάγνωσιν.

Ξενοκράτης (fr. 5 Heinze) δὲ τρεῖς φησιν οὐσίας εἶναι, τὴν μὲν αἰσθητὴν τὴν δὲ νοητὴν τὴν δὲ σύνθετον καὶ δοξαστήν, ὧν αἰσθητὴν μὲν εἶναι τὴν ἐντὸς οὐρανοῦ, νοητὴν δὲ <τὴν> πάντων τῶν οὐρανοῦ, δοξαστὴν δὲ καὶ σύνθετον τὴν αὐτοῦ τοῦ [*](19a) οὐρανοῦ· ὁρατὴ μὲν γάρ ἐστι τῇ αἰσθήσει, νοητὴ δὲ δι’ ἀστρολογίας.

τούτων μέντοι τοῦτον ἐχόντων τὸν [*](31 καταληπτικῷ Gen. 1 ὁ om. E ς (excepto A) 2 ἐστιν N: om. LEς 7 τοῦ ante Ψαλτ. om. ς 9 ἑκ N (quod iam om. LEς 10 ἐνέργειαν Bekk.: ἐνάργειαν G 19 τὴν add. Bekk. (exstat in N post ἐκτὸς) τῶν LEς: τὴν Ν)

τρόπον, τῆς μὲν ἐκτὸς οὐρανοῦ καὶ νοητῆς οὐσίας κριτήριον ἀπεφαίνετο τὴν ἐπιστήμην, τῆς δὲ ἐντὸς οὐρανοῦ καὶ αἰσθητῆς <τὴν> αἴσθησιν, τῆς δὲ [*](24a) κτῆς τὴν δόξαν· καὶ τούτων κοινῶς τὸ μὲν διὰ τοῦ ἐπιστημονικοῦ λόγου κριτήριον βέβαιόν τε ὑπάρχειν καὶ ἀληθές, τὸ δὲ διὰ τῆς αἰσθήσεως ἀληθὲς μέν, οὐχ οὕτω δὲ ὡς τὸ διὰ τοῦ ἐπιστημονικοῦ λόγου, τὸ δὲ σύνθετον κοινὸν ἀληθοῦς τε καὶ ψευδοῦς ὑπάρχειν·

τῆς γὰρ δόξης τὴν μέν τινα ἀληθῆ εἶναι τὴν δὲ ψευδῆ. ὅθεν καὶ τρεῖς Μοίρας παραδεδόσθαι, Ἄτροπον μὲν τὴν τῶν νοητῶν, ἀμετάθετον τον οὖσαν, Κλωθὼ δὲ τὴν τῶν αἰσθητῶν, Λάχεσιν δὲ τὴν τῶν δοξαστῶν.

Οἱ δὲ περὶ τὸν Ἀρκεσίλαον προηγουμένως μὲν οὐδὲν ὥρισαν κριτήριον, οἱ δὲ καὶ ὡρικέναι δοκοῦντες τοῦτο κατὰ ἀντιπαρεξαγωγὴν τὴν ὡς πρὸς τοὺς Στωικοὺς ἀπέδοσαν.

τρία γὰρ εἶναί φασιν ἐκεῖνοι (Stoic.fr. I 67. 69 Arn.) τὰ συζυγοῦντα ἀλλήλοις, ἐπιστήμην καὶ δόξαν καὶ τὴν ἐν μεθορίῳ τούτων τεταγμένην κατάληψιν, ὡν ἐπιστήμην μὲν εἶναι τὴν ἀσφαλῆ καὶ βεβαίαν καὶ ἀμετάθετον ὑπὸ λόγου κατάληψιν, δὲ τὴν ἀσθενῆ καὶψευδῆ συγκατάθεσιν, κατάληψιν δὲ τὴν μεταξὺ τούτων, ἥτις ἐστὶ καταληπτικῆς φαντασίας συγκατάθεσις·

καταληπτικὴ δὲ φαντασία κατὰ τούτους ἐτύγχανεν ἡ ἀληθὴς καὶ τοιαύτη οἴα οὐκ ἂν γένοιτο ψευδής. ὧν τὴν <μὲν> ἐπιστήμην ἐν ὑφίστασθαι λέγουσι τοῖς σοφοῖς, τὴν δὲ δόξαν ἐν μόνοις τοῖς φαύλοις, τὴν δὲ κατάληψιν κοινὴν ἀμφοτέρων εἶναι, καὶ ταύτην κριτήριον ἀληθείας καθεστάναι.

ταῦτα δὴ λεγόντων τῶν ἀπὸ τῆς Στοὰς ὁ Ἀρκεσίλαος λᾶος ἀντικαθίστατο, δεικνὺς ὅτι οὐδέν ἐστι μεταξὺ ἐπιστήμης καὶ δόξης κριτήριον ἡ κατάληψις. αὕτη γὰρ ἥν φασι κατάληψιν καὶ καταληπτικῆς φαντασίας [*](23 ἀπεφαίνετο LE ς: ἀποφαίνεται N 24 τὴν add. Bekk. 5 ὧς om. ς 7/8 μεθορίῳ G (cf. Plat. Legg. 878 B. Aristid. II 360 Dind. Max. Tyr. p. 388, 6 Hob.): μεθορίᾳ Fabr. 14 μὲν add. V 20 καταληπτικῆς ’φ’ ἀντ’ ἁ σ’ ίας Ν: καταληπτικὴν φαντασίαν LEς: καταληπτικῇ φαντασία Bekk.)

συγκατάθεσιν, ἤτοι ἐν σοφῷ ἢ ἐν φαύλῳ γίνεται. ἀλλ’ ἐάν τε ἐν σοφῷ γένηται, ἐπιστήμη ἐστίν, ἐάν τε ἐν φαύλῳ, δόξα, καὶ οὐδὲν ἄλλο παρὰ ταῦτα ἢ μόνον ὄνομα μετείληπται.

εἴπερ τε ἡ κατάληψις καταληπτικῆς φαντασίας συγκατάθεσίς ἐστιν, ἀνύπαρκτός ἐστι, πρῶτον μὲν ὅτι ἡ συγκατάθεσις οὐ πρὸς φαντασίαν γίνεται ἀλλὰ πρὸς λόγον (τῶν γὰρ ἀξιωμάτων εἰσὶν αἱ συγκαταθέσεις), δεύτερον ὅτι οὐδεμία τοιαύτη ἀληθὴς φαντασία εὑρίσκεται οἴα οὐκ ἂν γένοιτο ψευδής, ὧς διὰ πολλῶν καὶ ποικίλων παρίσταται.

μὴ οὔσης δὲ καταληπτικῆς φαντασίας οὐδὲ κατάληψις γενήσεται· ἦν γὰρ αὕτη καταληπτικῇ φαντασίᾳ συγκατάθεσις. μὴ οὔσης δὲ καταλήψεως ἕως πάντ’ ἔσται ἀκατάληπτα. πάντων δὲ ὄντων ἀκαταλήπτων ἀκολουθήσει καὶ κατὰ τοὺς Στωικοὺς ἐπέχειν τὸν σοφόν. σκοπῶμεν δὲ οὑτωσί.

πάντων ὄντων ἀκαταλήπτων διὰ τὴν ἀνυπαρξίαν τοῦ Στωικοῦ κριτηρίου, εἰ συγκαταθήσεται ὁ σοφός, δοξάσει ὁ σοφός· μηδενὸς γὰρ ὄντος καταληπτοῦ εἰ συγκατατίθεταί τινι, τῷ ἀκαταλήπτῳ συγκαταθήσεται, ἡ δὲ τῷ ἀκαταλήπτῳ συγκατάθεσις δόξα ἐστίν.

ὥστε εἰ τῶν συγκατατιθεμένων ἐστὶν ὁ σοφός, τῶν δοξαστικῶν ἔσται ὁ σοφός. οὐχὶ δέ γε τῶν δοξαστικῶν ἐστιν ὁ σοφός τοῦτο γὰρ ἀφροσύνης ἦν κατ’ αὐτούς, καὶ τῶν ἁμαρτημάτων αἴτιον)· οὐκ ἄρα τῶν συγκατατιθεμένων ἐστὶν ὁ σοφός. εἰ δὲ τοῦτο, περὶ πάντων αὐτὸν δεήσει ἀσυγκαταθετεῖν. τὸ δὲ ἀσυγκαταθετεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐπέχειν· ἐφέξει ἄρα περὶ πάντων ὁ σοφός.

ἀλλ’ ἐπεὶ μετὰ τοῦτο ἔδει καὶ περὶ τῆς τοῦ βίου διεξαγωγῆς ζητεῖν, ἥτις οὐ χωρὶς κριτηρίου πέφυκεν ἀποδίδοσθαι, ἀφ’ οὗ καὶ ἡ εὐδαιμονία, τουτέστι τὸ τοῦ βίου τέλος, ἠρτημένην ἔχει τὴν πίστιν, φησὶν ὁ Ἀρκεσίλαος, ὅτι ὁ περὶ πάντων ἐπέχων κανονιεῖ τἀς αἱρέσεις καὶ φυγὰς καὶ κοινῶς τἀς πράξεις τῷ εὐλόγῳ, κατὰ τοῦτό τε προερχόμενος τὸ κριτήριον [*](21 συγκατάθεσιν Bekk.: συγκατάθεσις G 27 δεύτερον <δὲ> Kochalskj 29 παρίστανται N 31 αὕτη scr.: ἂν om. LEg καταληπτικὴ φαντασίᾳ Fabr.: καταληπτικὴ φαντασία G 1 <δεῖν> ἐπέχειν Kochalsky 2 οὑτωσὶ Bekk.: εἰ G 8 δοξαστικῶν Jaeger utrobique: δοξαστῶν G 17 ὁ Hervetus, Hirzel: οὐ G)

κατορθώσει· τὴν μὲν γὰρ εὐδαιμονίαν περιγίνεσθαι διὰ τῆς φρονήσεως, τὴν δὲ φρόνησιν κεῖσθαι ἐν τοῖς κατορθώμασιν, τὸ δὲ κατόρθωμα εἶναι ὅπερ πραχθὲν εὔλογον ἔχει τὴν ἀπολογίαν. ὁ προσέχων οὖν τῷ εὐλόγῳ κατορθώσει καὶ εὐδαιμονήσει.

Ταῦτα καὶ ὁ Ἀρκεσίλαος· ὁ δὲ Καρνεάδης οὐ μόνον τοῖς Στωικοῖς ἀλλὰ καὶ πᾶσι τοῖς πρὸ αὐτοῦ ἀντιδιετάσσετο περὶ τοῦ κριτηρίου. καὶ δὴ πρῶτος μὲν αὐτῷ καὶ κοινὸς πρὸς πάντας ἐστὶ λόγος καθ’ ὃν παρίσταται ὅτι οὐδέν ἐστιν ἀπλῶς ἀληθείας κριτήριον, οὐ λόγος, οὐκ αἴσθησις, οὐ φαντασία, οὐκ ἄλλο τι τῶν ὄντων· πάντα γὰρ ταῦτα συλλήβδην διαψεύδεται ἡμᾶς.

δεύτερον δὲ καθ’ ὃ δείκνυσιν, ὅτι καὶ εἰ ἐστι τὶ κριτήριον, τοῦτο οὐ χωρὶς τοῦ ἀπὸ τῆς ἐναργείας πάθους ὑφίσταται. ἐπεὶ γὰρ αἰσθητικῇ δυνάμει διαφέρει τὸ ζῷον τῶν ἀψύχων, πάντως διὰ ταύτης ἑαυτοῦ τε καὶ τῶν ἐκτὸς ἀντιληπτικὸν γενήσεται. ἡ δέ γε αἴσθησις ἀκίνητος μὲν οὖσα καὶ ἀπαθὴς καὶ ἄτρεπτος οὔτε αἴσθησίς ἐστιν οὔτε ἀντιληπτική τινος,