Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἢ γὰρ [φύσει] σημαίνει τι ὁ λόγος ἢ οὐδὲ ‘ὲν σημαίνει. ἀλλὰ μηδὲ ‘ὲν σημαίνων οὐδ’ ἔσται τινὸς διδάσκαλος. εἰ [*](239—242 ~ Hyp. III 266—268. adv. dogm. I 36—38.) [*](3 οὐθ’ Bekk.: οὐδ’ G 5 πεπώρωται ς 9 τῆς om. N 12/13 γίνεσθαι Gen. : γενέσθαι G 16 τυφλὸς LEg: πηρὸς N 20 <τὴν> γνῶσιν Eς δὲ Bekk.: τε NEς: om. L 31 γύσει del. Bekk. cf. p. 184, 8 32 διδάσκαλος G: expectaveris διδασκαλικός coll. p. 184, 9, at cf. p. 606, 25)

δὲ σημαίνει τι, ἤτοι φύσει σημαίνει ἢ θέσει. καὶ φύσει μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων.

θέσει δ᾿ εἴπερ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες , καθ᾿ ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι, ἀντιλήψονται τούτων, οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλ᾿ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦθ᾿ ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀνανεούμενοι μαθήσεως καὶ ἀγνοοῦντες, καθ᾿ ὧν εἰσι τεταγμέναι αἱ λέξεις, οὐδενὸς ἀντίληψιν ἕξουσιν.

διόπερ εἰ μήτε τὸ διδασκόμενον ἔστι πρᾶγμα μήτε ὁ διδάσκων μήτε ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μάθης ἕως, οὐδέν ἐστι μάθησις.

Κοινότερον μὲν οὖν οὕτως ἐπιχειρεῖται τοῖς σκεπτικοῖς εἰς τὸ μὴ εἶναι μάθησιν · ἐνέσται δὲ μεταφέρειν τἀς ἀπορίας καὶ ἐπὶ τὴν λεγομένην περὶ τὸν βίον τέχνην.

ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον ταύτην διδάξει ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἢ ὁ φρόνιμος τὸν ἄφρονα. οὔτε δὲ ὁ φρόνιμος τὸν φρόνιμον λέγοιτ᾿ ἂν ταύτην διδάσκειν ἀμφότεροι γὰρ τέλειοι κατ᾿ ἀρετήν εἰσι καὶ οὐθέτερος αὐτῶν δεῖται μαθήσεως) ᾿ οὔτε ὁ ἄφρων τὸν ἄφρονα, (ἀμφότεροι γὰρ χρείαν ἔχουσι μαθήσεως καὶ οὐθέτερος αὐτῶν <ἐστι> φρόνιμος, ἴνα τὸν ἕτερον διδάξῃ).

καὶ μὴν οὐδ᾿ ὁ ἄφρων διδάξει τὸν φρόνιμον· οὐδὲ γὰρ ὁ τυφλὸς μηνυτικὸς γίνεται τῷ βλέποντι χρωμάτων. λείπεται ἄρα τὸν φρόνιμον διδακτικὸν εἶναι τοῦ ἄφρονος·

ὃ καὶ αὐτὸ τῶν ἀπόρων. εἰ γὰρ ἡ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ὁ ἄφρων μὴ ἔχων τινὰ φρόνησιν, ἄγνοιαν δὲ ἔχων τούτων πάντων, διδάσκοντος τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων, οὐ γνώσεται δ᾿ αὐτά. [*](243—246 ~ Hyp. III 270—272.) [*](2 <οἷον> Ἕλλ. Heintz dubit. coll. p. 184, 12 5 αὐτῶν N (olim restituerat Bekk.) cf. p. 184, 15: ἑαυτῶν LEς 15 περὶ Bekk.: πρὸς G 18/19 λέγοιτ᾿ ἂν LEς: λέγοιεν N 22 ἐστι addidi 30 μόνον LEV cf. p. 185, 12: μόνων ABR: om. N)

εἰ γὰρ ἀντ’ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς, ἔσται ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων γνωριστική. οὐχὶ δέ γε τούτων κατ’ αὐτούς ἐστιν ἡ ἀφροσύνη θεωρητική· ὁ ἄρα ἄφρων οὐκ ἀντιλήψεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἤ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον.

καὶ ὃν τρόπον ὁ ἐκ γενετῆς πηρός, μέχρις οὗ πηρός ἐστιν, οὐκ ἔχει ἔννοιαν χρωμάτων, καὶ ὁ ἐκ γενετῆς κωφός, μέχρις οὗ κωφός ἐστιν, οὐκ ἀντιλαμβάνεται βάνεται φωνῶν, οὕτω καὶ ὁ ἄφρων, ἐφ’ ὅσον ἄφρων ἐστίν, οὐκ ἀντιλαμβάνεται τῶν φρονίμως λεγομένων καὶ πραττομένων. οὐδ’ ὁ φρόνιμος ἄρα δύναται τοῦ ἄφρονος ἐν τῇ

περὶ τὸν βίον τέχνῃ καθηγεῖσθαι. καὶ μὴν εἰ ὁ φρόνιμος διδάσκει τὸν ἄφρονα, θεωρητικὴ ὀφείλει εἶναι ἡ φρόνησις τῆς ἀφροσύνης ὥσπερ καὶ ἡ τέχνη τῆς ἀτεχνίας· οὐχὶ δέ γε ἡ φρόνησις δύναται εἶναι θεωρητικὴ τῆς ἀφροσύνης· οὐκ ἄρα ὁ φρόνιμος τοῦ ἄφρονός ἐστι διδακτικός. ὁ γὰρ γενόμενος φρόνιμος ἔκ τινος συνασκήσεως καὶ τριβῆς (φύσει γὰρ οὐδείς ἐστι τοιοῦτος) ἤτοι ὑποκειμένης αὐτῶ τῆς ἀφροσύνης προσεκτήσατο τὴν φρόνησιν, ἢ κατὰ τὴν ἐκείνης ἀποβολὴν καὶ τὴν ταύτης κτῆσιν γέγονε φρόνιμος.

νιμος. καὶ εἰ μὲν ὑποκειμένης ἐν αὐτῷ τῆς ἀφροσύνης προσεκτήσατο τὴν φρόνησιν, ἔσται ὁ αὐτὸς φρόνιμος ἅμα καὶ ἄφρων· ὅ ἐστιν ἀδύνατον. εἰ δ’ ἀποβολῇ ἐκείνης ἐκτήσατο ταύτην, οὐ δυνήσεται διὰ τῆς ὑστερογενοῦς διαθέσεως τὴν προοῦσαν διάθεσιν, νῦν δὲ μὴ παροῦσαν γνωρίζειν.

καὶ εἰκότως· παντὸς γοῦν πράγματος αἰσθητοῦ ἢ νοητοῦ γίνεται κατάληψις ἤτοι κατὰ ἐνάργειαν περιπτωτικῶς ἢ κατὰ τὴν ἀπὸ τῶν περιπτωτικῶς πεφηνότων ἀναλογιστικὴν μετάβασιν, καὶ ταύτην ἤτοι ὁμοιωτικήν, ὧς ὅταν ἀπὸ τῆς Σωκράτους εἰκόνος γνωρίζηται ὁ μὴ παρὼν Σωκράτης, ἢ συνθετικήν,

ὧς ὅταν ἀπ’ ἀνθρώπου [*](247 ~ Hyp. ΙΙΙ 264.) [*](250—251 ~ adv. dogm. ΙΙ 58—60. ΙΙΙ 393—395.) [*](9 οὐδ’ Bekk. : οὐθ’ G 11 διδάσκων comp. N 16 οὐθείς G 17 ἢ — 20 φρόνησιν om. N 23 προοῦσαν Bekk.: προσοῦσαν G 24 γοῦν G: γὰρ Rüstow)

καὶ ἵππου κατ’ ἐπισύνθεσιν νοῶμεν τὸν ἀνύπαρκτον ἱπποκένταυρον, ἢ κατὰ ἀναλογίαν, ὡς ὅταν ἀπὸ τοῦ κοινοῦ ἀνθρώπου παραυξητικῶς μὲν λαμβάνηται ὁ Κύκλωψ, ὃς οὐκ ἐῴκει (ι 191)
  • ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι,
  • μειωτικῶς δὲ ὁ πυγμαῖος ἄνθρωπος.

    ὅθεν εἰ καὶ τῇ φρονήσει λαμβάνεται ἡ ἀφροσύνη καὶ τῷ φρονίμῳ ὁ ἄφρων, ἤτοι κατὰ περίπτωσιν θεωρήσεται ἢ κατὰ τὴν ἀπὸ τῆς περιπτώσεως μετάβασιν. οὔτε δὲ κατὰ περίπτωσιν θεωρεῖται (οὐδεὶς γὰρ ὧς λευκὸν καὶ μέλαν καὶ γλυκὺ καὶ κατὰ περίπτωσιν ἔγνω, οὕτω καὶ ἀφροσύνην) οὔτε κατὰ τὴν ἀπὸ τῆς περιπτώσεως μετάβασιν· (οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν ἐοικὸς ἀφροσύνῃ). † εἰ δ’ ἀπὸ τούτου ποιεῖται τὴν μετάβασιν ὁ φρόνιμος, ἤτοι ὁμοιωτικὴν ἢ συνθετικὴν ἢ ἀναλογιστικήν, ὥστε οὐ λήψεταί ποτε τὴν ἀφροσύνην ἡ φρόνησις.

    ναί, ἀλλ’ ἴσως τις ἐρεῖ, ὅτι ὁ φρόνιμος τῇ ἐν αὑτῷ φρονήσει τὴν περὶ ἄλλον ἀφροσύνην δύναται κατανοεῖν· ὅπερ ἐστὶν εὔηθες. ἡ γὰρ ἀφροσύνη διάθεσίς ἐστιν ἔργων τινῶν ἀποδοτική.

    εἰ οὖν αὐτὴν ἐν ἄλλῳ θεωρεῖ καὶ καταλαμβάνεται ὁ φρόνιμος, ἤτοι αὐτὴν ἐξ ἑαυτῆς καταλήψεται τὴν διάθεσιν, ἤ τοῖς ἔργοις αὐτῆς ἐπιβάλλων ἀπὸ τούτων καὶ αὐτὴν γνωριεῖ,

    καθάπερ τὴν μὲν ἰατρικὴν διάθεσιν ἀπὸ τῶν ἰατρικῶς γινομένων ἔργων, τὴν δὲ ζωγραφικὴν ἀπὸ τῶν ζωγραφικῶς γινομένων. οὔτε δὲ αὐτὴν ἐξ αὐτῆς δύναται τὴν διάθεσιν λαβεῖν· ἀφανὴς γάρ ἐστι καὶ ἀθεώρητος, καὶ οὐχ οἶόν τέ ἐστιν αὐτὴν διὰ τῆς τοῦ σώματος μορφῆς περιαθρῆσαι· οὔτε ἐκ τῶν ὑπὸ αὐτῆς ἀποδιδομένων ἔργων· πάντα γὰρ τὰ φαινόμενα ἔργα, καθάπερ καὶ πρότερον ἐδείκνυμεν (§ 197—209), φρονήσεως καὶ ἀφροσύνης ἐστίν.

    ἀλλ’ εἴπερ, ἴνα ὁ φρόνιμος [*](31 inde a κένταυρου incipit n (cf. p. VIII) 6 θεωρήσεται LE cf. p. 614, 30: θεωρεῖται ’ς n 9 οὔτε Bekk.: οὐδὲ G εἰ 11 εἰ δ’ ς (excepto R) n: ἀλλ’ L: ἴν’ E: οὐδ’ R; locus corruptus, tus, fortasse plura exciderunt 12 <ποιεῖται> ἢ Bekk. 13 lacunam post ἀναλογιστικήν indicat Rüstow)

    τὸν ἄφρονα διδάξῃ τὴν περὶ τὸν βίον τέχνην, δεῖ θεωρητικὸν αὐτὸν εἶναι τῆς ἀφροσύνης καθάπερ καὶ τὸν τεχνίτην τῆς ἀτεχνίας, δέδεικται δ᾿ ἄληπτος αὐτῷ ἡ ἀφροσύνη, οὐκ ἂν δύναιτο ὁ φρόνιμος τὸν ἄφρονα τὴν περὶ τὸν βίον τέχνην διδάσκειν.

    Καὶ δὴ συνεκτικώτατα τῶν κατὰ τὸν ἠθικὸν τόπον πον ζητουμένων ἠπορηκότες , ἐν τοσούτοις τὴν σύμπασαν τῆς σκεπτικῆς ἀγωγῆς διέξοδον ἀπαρτίζομεν.

    [*](In fiue rubricatores addunt subscriptiones, in ς: σύξτου ἐμπειρικοῦ ὑπομνημάτων τὸ δέκατον. τέλος τῶν τοῦ σκεπτικοῦ σέξτου πρὸς ἀντίρρησιν δέκα ὑπομνημάτων. in LE: τέλος: E) ὑπομνημάτων ι΄ σέξτου σκεπτικοῦ (sic E: ἐμπειρικοῦ L) τῶν πρὸς ἀντίρ-ρησιν ἁ β΄ γ΄ δ΄ ε΄ ς΄ ζ΄ η΄ θ΄ ι΄εὐτύχει ἐν πολλοῖς χρόνοις, σοφὲ δέσποτα βίβλου L insuper addit: ὁ ταῦτα γράψας θωμᾶς ὁ προδρομίτης)