Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τὰς μὲν κομιζομένας ὑπὸ τῶν σκεπτικῶν ἀπορίας εἴς τε τὸ λογικὸν καὶ φυσικὸν τῆς φιλοσοφίας μέρος πρότερον ἐπεληλύθαμεν, ὑπόλοιπον δέ ἐστι καὶ τἀς εἰς τὸ ἠθικὸν φέρεσθαι δυναμένας προσυποτάττειν· οὕτω γὰρ ἕκαστος ἡμῶν τὴν τελείαν καὶ σκεπτικὴν ἀπολαβὼν διάθεσιν κατὰ τὸν Τίμωνα (fr. 67 Diels) βιώσεται

  • ῥῇστα μεθ’ ἡσυχίης
  • αἰεὶ ἀφροντίστως καὶ ἀκινήτως κατὰ ταὐτά,
  • μὴ προσέχων δίνοις ἡδυλόγου σοφίης.
  • ἀλλ’ ἐπεὶ τὴν ἠθικὴν θεωρίαν συμφώνως σχεδὸν ἅπαντες ὑπειλήφασι περὶ τὴν τῶν ἀγαθῶν τε καὶ κακῶν διάκρισιν γίνεσθαι, καθὸ καὶ ὁ πρῶτος αὐτὴν δόξας κεκινηκέναι Σωκράτης παρήγγειλεν ὡς ἀναγκαιότατον ζητεῖν δ’ 392)

  • ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται,
  • δεήσει καὶ ἡμᾶς ἐν ἀρχαῖς εὐθὺς περὶ τῆς ἐν τούτοις διαφορᾶς σκοπεῖν. [*](2 ~ Hyp. ΙΙΙ 168.) [*](De titulo cf. ad p. 289, 1 Argument. 1 τί N ἡ om. N βιώσεται N (-σεται comp. exar.): βιῶσαι LEς 31 αἰεὶ Gen.: ἀεὶ G ταὐτά N: ταῦτα LEς 32 δίνοις Nauck: δειλοῖς λήροις Bekk. dubit. ἡδυλόγους L 2 τὴν post κακῶν ς 5 τε om. ς)
    ἁ τίς ἔστιν ἡ ὁλοσχερὴς τῶν κατὰ τὸν βίον πραγμάτων διαφορά

    Πάντες μὲν οἱ κατὰ τρόπον στοιχειοῦν δοκοῦντες τῶν φιλοσόφων, καὶ ἐπιφανέστατα παρὰ πάντας οἵ τε ἀπὸ τῆς ἀρχαίας Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ Περιπάτου, ἔτι δὲ τῆς Στοᾶς, εἰώθασι διαιρούμενοι λέγειν τῶν ὄντων τὰ μὲν εἷναι ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ μεταξὺ τούτων, ἅπερ καὶ ἀδιάφορα λέγουσιν·

    ἰδιαίτερον δὲ παρὰ τοὺς ἄλ- λους ὁ Ξενοκράτης (fr. 76 Heinze) καὶ ταῖς ἑνικαῖς πτώσεσι χρώμενος ἔφασκε· ‟πᾶν τὸ ὂν ἢ ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.”

    καὶ τῶν λοιπῶν φιλοσόφων χωρὶς ἀποδείξεως τὴν τοιαύτην διαίρεσιν προσιεμένων αὐτὸς ἐδόκει καὶ ἀπόδειξιν συμπαραλαμβάνειν. εἰ γὰρ ἔστι τι κεχωρισμένον πρᾶγμα τῶν ἀγαθῶν καὶ κακῶν καὶ τῶν μήτε ἀγαθῶν μήτε κακῶν, ἐκεῖνο ἤτοι ἀγαθόν ἐστιν ἢ οὐκ ἔστιν ἀγαθόν. καὶ εἰ μὲν ἀγαθόν ἐστιν, ‘ὲν τῶν τριῶν γενήσεται· εἰ δ’ οὐκ ἔστιν ἀγαθόν, ἤτοι κακόν ἐστιν ἢ οὔτε κακόν ἐστιν οὔτε ἀγαθόν ἐστιν· εἰ δὲ κακόν ἐστιν, ‘ὲν τῶν τριῶν ὑπάρξει, εἰ δὲ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστι, πάλιν ‘ὲν τῶν τριῶν καταστήσεται. πᾶν ἄρα τὸ ὂν ἤτοι ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.

    δυνάμει δὲ καὶ οὗτος χωρὶς ἀποδείξεως προσήκατο τὴν διαίρεσιν, ἐπείπερ ὁ εἰς κατα- σκευὴν αὐτῆς παραληφθεὶς λόγος οὐχ ἕτερός ἐστιν αὐτῆς· [*](29a) ὅθεν εἰ ἐν ἑαυτῇ περιέσχηκε τὴν πίστιν ἡ ἀπόδειξις, ἔσται καὶ ἡ διαίρεσις ἐξ ἑαυτῆς πιστὴ μὴ διαφέρουσα τῆς ἀποδείξεως.

    Ἀλλ’ ὅμως, καίπερ συμφώνου δοκοῦντος ὑπάρχειν κατὰ πάντας τοῦ ὅτι τρισσή ἐστιν ἡ τῶν ὄντων διαφορά, τινὲς οὐδὲν ἧττον εὑρεσιλογοῦσιν ὁμολογοῦντες μὲν τὴν [*](8 <τὸν> τρόπον LEς cf. p. 578, 9 18 προσιεμένων Bekk. coll. V. 29 : προϊεμένων G 19 πρᾶγμα τῶν Bekk. : πραγμάτων 24 εἰ δὲ G: εἴτε δὲ Bekk. 25 εἰ δὲ G: εἴτε Bekk. 29 εἰς <τὴν> κ. N 5 εὑρεσιολογοῦσιν ς (cf. p. 16, 6))

    ἐν τοῖς οὖσι διαφορὰν ὅτι τοιαύτη τίς ἐστι, σοφιστικῶς δὲ προσειλούμενοι τῇ ἐκτεθείσῃ διαιρέσει. καὶ τοῦτο εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες.

    Τὸν γὰρ ὅρον φασὶν οἱ τεχνουράφοι (Stoic.fr. ΙΙ224 Arn.) ψιλῇ τῇ συντάξει διαφέρειν τοῦ καθολικοῦ, δυνάμει τὸν αὐτὸν ὄντα. καὶ εἰκότως· ὁ γὰρ ‟ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν” τῷ εἰπόντι ‟εἴ τί ἐστιν ἄνθρωπος, ἐκεῖνο ζῷόν ἐστι λογικὸν θνητόν” τῇ μὲν δυνάμει τὸ αὐτὸ λέγει, τῇ δὲ φωνῇ διάφορον.

    καὶ ὅτι τοῦτο, συμφανὲς ἐκ τοῦ μὴ μόνον τὸ καθολικὸν τῶν ἐπὶ μέρους εἶναι περιληπτικόν, ἀλλὰ καὶ τὸν ὅρον ἐπὶ πάντα τὰ εἴδη τοῦ ἀποδιδομένου πράγματος διήκειν, οἷον τὸν μὲν τοῦ ἀνθρώπου ἐπὶ πάντας τοὺς κατ’ εἶδος ἀνθρώπους, τὸν δὲ τοῦ ἵππου ἐπὶ πάντας τοὺς ἵππους. ἑνός τε ὑποταχθέντος ψεύδους ἑκάτερον γίνεται μοχθηρόν, τό τε καθολικὸν καὶ ὁ ὅρος.

    ἀλλὰ γὰρ ὧς ταῦτα φωναῖς ἐξηλλαγμένα κατὰ δύναμίν ἐστι τὰ αὐτά, ὧδε καὶ ἡ τέλειος, φασί, διαίρεσις, δύναμιν ἔχουσα καθολικήν, συντάξει τοῦ καθολικοῦ διενήνοχεν. ὁ γὰρ τρόπῳ τῷδε διαιρούμενος ‟τῶν ἀνθρώπων οἱ μέν Ἕλληνες, οἱ δὲ βάρβαροι” ἴσον τι λέγει τῷ ‟εἰ τινές εἰσιν ἄνθρωποι, ἐκεῖνοι ἢ Ἕλληνές εἰσιν ἤ βάρβαρο靔. ἐὰν γάρ τις ἄνθρωπος εὑρίσκηται μήτε Ἕλλην μήτε βάρβαρος, ἀνάγκη μοχθηρὰν μὲν εἶναι τὴν διαίρεσιν, ψεῦδος δὲ γίνεσθαι τὸ καθολικόν.

    διόπερ καὶ τὸ οὕτω λεγόμενον ‟τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακὰ, τὰ δὲ τούτων μεταξύ” δυνάμει κατὰ τὸν Χρύσιππον (II fr. 224 Arn.) τοιοῦτόν ἐστι καθολικόν· ‟εἴ τινά ἐστιν ὄντα, ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ κακά ἐστιν ἢ ἀδιάφορα”. τὸ μέντοι γε τοιοῦτον καθολικὸν ψεῦδός ἐστιν ὑποτασσομένου τινὸς αὐτῷ ψεύδους.