Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ἐπιχειρητέον δὲ καὶ ἀπὸ τῆς συστάσεως τῆς τέχνης αὐτῶν. θέλουσι μέν γὰρ καθολικά τινα θεωρήματα συ- στησάμενοι ἀπὸ τούτων πάντα τὰ κατὰ μέρος κρίνειν ὀνόματα, εἴτε ἑλληνικά ἐστιν εἴτε καὶ μή· οὐ δύνανται δέ [καὶ] τοῦτο ποιεῖν διὰ τὸ μήτε τὸ καθολικὸν αὐτοῖς συγχωρεῖσθαι ὅτι καθολικόν ἐστι, μήτʼ ἄλλως ἀναπτυσσό- μενον τοῦτο τὴν τοῦ καθολικοῦ σώζειν φύσιν.

λαμβα- νέσθω δὲ εἰς τοῦτο παραδείγματα ἀπʼ αὐτῶν τῶν γραμ- [*](1 ὰ πμρ ανμλογίαν Gen.: ἅπερ ὰ — ςG: corr. Theiler || 2 τὴν om. VC || 4.5.6 ὧ σύνηθες G: corr. Bekk. || 4 θρακιστὶ G: corr. Bekk. μάλιστα V C || 5 τῶν A B | ἀκολουθήσει —6 ἔλλησι om E: quorum in locum ἐστι θρακιστὶ D || 13 εἰ supplevi sec. Herv. et Bury, qui dubitat, an delenda sint 13.14 κατ’ ἐκείνην ἑλληνικὸν 14 κατ’ αὐτὴν G: corr. Bury ἐκείνην G: corr. Gen. || 15 ἐκείνην 〈ἀνελλήνιστον καὶ κατ’ αὐτὴν〉 ἔσται Mette ||18 an αὐτῇ dub. Bekk. || 19 εἰσηγουμένην VC || 25 δύναται B || 20 [ ] Bekk. || 29 πα- ραδείγματα ELVr: παραδείγματι D: παράδειγμα ζ )

56
ματικῶν. ζητήσεως γὰρ οὐσης ἐπί τινος τῶν κατὰ μέρος ὀνομάτων, οἷον ἐπὶ τοῦ εὐμενής, πότερον χωορἰς τοῦ σ προενεκτέον ἐστὶ τὴν πλάγιον πτῶσιν, εὐμενοῦ λέγοντας, ἢ σὺν τῷ σ, εὐμενοῦς, πάρεισιν οἱ γραμματικοὶ καθολι- κόν τι προφερόμενοι καὶ ἀπὸ τούτου τὸ ζητούμενον βε- βαιοῦντες. φασὶ γὰρ ‘πᾶν ὄνομα ἁπλοῦν, εἰς ης λῆγον, ὀξύτονον, τουτὶ ἐξ ἀνάγκης σὺν τῷ σ κατὰ τὴν γενικὴν ἐξενεχθήσεται, οἷον εὐφυής εὐφυοῦς, εὐσεβής εὐσεβοῦς, εὐκλεής εὐκλεοῦς· τοίνυν καὶ τὸ εὐμενής ὀξυτόνως ἐκφε- ρόμενον παραπλησίως τούτοις διὰ τοῦ σ ἐπὶ τῆς γενικῆς προενεκτέον, εὐμενοῦς λέγοντας..

οὐκ ἤδεσαν δὲ οἱ θαυ- μάσιοι πρῶτον μὲν ὅτι ὁ εὐμενοῦ ἀξιῶν λέγειν οὐ δώσει αὐτοῖς καθολικὸν εἶναι τὸ παράπηγμα· τοῦτο γοῦν αὐτὸ τὸ εὐμενής ἁπλοῦν ὄνομα καθεστὼς καὶ ὀξύτονον οὐ φή- σει σὺν τῷ σ ἐκφέρεσθαι, ἀλλὰ ἐκείνους τὸ ζητούμενον ὡς ὁμολογούμενον συναρπάζειν.

ἄλλως τε, εἰ καθολικόν ἐστι τὸ παράπηγμα, ἤτοι κἄντα τὰ κατὰ μέρος ὀνόματα ἐπελθόντες καὶ τὴν ἐν αὐτοῖς ἀναλογίαν κατανοήσαντες συνέθεσαν αὐτό, ἢ οὐ πάντα. ἀλλὰ πάντα μέν οὐκ ἐπελη- λύθασιν· ἄπειρα γάρ ἐστι, τῶν δέ ἀπείρων οὐκ ἔστι τις γνῶσις. εἰ δὲ τινά, πόθεν ὅτι πάν ὄνομα τοιοῦτόν ἐστιν. οὐ γὰρ ὅ τί τισι συμβέβηκεν ὀνόμασι, τοῦτο καὶ πᾶσιν.

ἀλλʼ εἰσί τινες οἱ γελοίως πρὸς τοῦτο ἀπαντῶντες καὶ λέ- γοντες ὅτι ἐκ πλειόνων ἐστὶ τὸ καθολικὸν παράπηγμα. οὐχ ἑώρων γὰρ ὅτι πρῶτον μέν ἄλλο τί ἐστι τὸ καθολι- κὸν καὶ ἄλλο τὸ ὡς ἐπὶ τὸ πολύ, καὶ τὸ μὲν καθολικὸν οὐδέποτε ἡμᾶς διαεψεύδεται, τὸ δʼ ὡς 〈ἐπὶ〉 τὸ πολὺ κατὰ τὸ σὰάνιον·

εἷθʼ ὅτι καὶ εἰ ἐκ πολλῶν ἐστι τὸ καθολικόν, οὐ πάντως τὸ τοῖς πολλοῖς ὀνόμασι συμβεβηκός, τοῦτο ἐξ ἀνάγκης καὶ πᾶσι τοῖς ὁμοειδέσι συμβέβηκεν, ἀλλʼ δν τρόπον ἐν πολλοῖς καὶ ἄλλοις φέρει τινὰ κατὰ μονοείδειαν [*](§ 222 φασὶ γάρ similia v. anecd. Gr.975 sqq. et 1127 Bekker) [*](11 προσενεκτέον ς | δέ om. C || 12 μέν om. ED || 15 ἐκείνους om. ζ Herv. ἀδηλούμενον ζ || 19 συνέθηοαν LVr || 23 γελοίως πρὸς τοῦτο VrED: γελοίως εἰς πρὸς τοῦτο L: πρὸς τοῦτο γελοίως ζ edd. || 25 μέν γὰρ ὅτι πρῶτον ζ || 26 ἄλλος ὡς B || 27 〈〉 supplevi 29 τὸ om. B)

57
ἡ φύσις, οἷον ἐν ὄφεσι μέν ἀπείροις οὕσι τὸν κεράστην κερασφόρον, ἐν τετράποσι δὲ τὸν ἐλέφαντα προβοσκίδι κεχρημένον, ἐν ἰχθύσι δὲ τὸν γαλεὸν ζῳοτόκον, ἐν λίθοις δέ τὸν μάγνητα σιδηραγωγόν, οὕτως εὔλογόν ἐστι-καὶ ἐν πολλοῖς ὁμοιοπτώτοις ὀνόμασιν εἶναί τι ὄνομα, ὅ μὴ ὁμοίως τοῖς πολλοῖς ὀνόμασι κλίνεται.

ὅθεν παρέντες ζητεῖν εἰ ἀνάλογόν ἐστι τοῖς πολλοῖς, σκοπῶμεν πῶς αὐτῷ χρῆται ἡ συνήθεια, πότερον ἀνάλογον ἐκείνοις ἢ κατὰ ἴδιον τύπον· καὶ ὡς ἄν ᾖ χρωμένη, οὕτω καὶ ἡμεῖς προοισόμεθα.

Περιδιωκόμενοι δὴ ποικίλως οἱ γραμματικοὶ θέλουσιν ἀναστρέφειν τὴν ἀπορίαν.

πολλαὶ γάρ, φασίν, εἰσὶ συνή- θειαι, καὶ ἄλλη μὲν Πθηναίων ἄλλη δὲ Λακεδαιμονίων, καὶ πάλιν Πθηναίων διαφέρουσα μὲν ἡ παλαιὰ ἐξηλ- λαγμένη δέ ἡ νῦν, καὶ οὐχ ἡ αὐτὴ μέν τῶν κατὰ τὴν ἀγροικίαν ἡ αὐτὴ δὲ τῶν ἐν ἄστει διατριβόντων, παρὸ καὶ ὁ κωμικὸς λέγει ριστοφάνης (fr. 685 Kock)

  • διάλεκτον ἔχοντα μέσην πόλεως,
  • οὔτ᾿ ἀστείαν ὑποθηλυτέραν
  • οὔτ᾿ ἀνελεύθερον ὑπαγροικοτέραν.
  • πολλῶν οὖν οὐσῶν συνηθειῶν,

    [ὡς] φασί, ποίᾳ χρησό- μεθα; οὔτε γὰρ πάσαις κατακολουθεῖν δυνατὸν διὰ τὸ μάχεσθαι πολλάκις, οὐτε τινὶ ἐξ αὐτῶν, ἐὰν μή τις τεχνι- κῶς προκριθῇ. ἀλλὰ πρῶτον μέν, φήσομεν, τὸ ζητεῖν ποίᾳ χρηστέον συνηθεία ἔστιν ἴσον τῷ 〈μὴ〉 εἶναί τινα τέχνην περὶ ἑλληνισμόν. αὕτη γάρ, φημὶ δʼ ἡ ἀναλογία, ὁμοίου καὶ ἀνομοίου ἐστὶ θεωρία· τὸ δέ ὅμοιον καὶ ἀνό- μοιον λαμβάνετε ἀπὸ τῆς συνηθείας· κἆν μὲν ᾖ τετριμμέ- νον, χρῆσθε αὐτῷ, εἰ δέ μή, οὐκέτι.

    πευσόμεθα οὖν καὶ ἡμεῖς, ἀπὸ ποίας συνηθείας λαμβάνετε τὸ ὅμοιον καὶ τὸ ἀνόμιοιον ; πολλαὶ γάρ εἰσι καὶ πολλάκις μαχόμεναι. ὅπερ [*](2 τερνιποσι B: τετράπουσι C || 5 εἶναι τὸ ὄνομα D || 21 ὡς del. Bekk. | χρησώμεθα LVr || 25 ἴσον LED | 〈〉 Mette | τέχνην τινα VC 〈〉 || 26 δὲ ἡ LVrED: δὴ ς, sed δὴ ἡ R || 28 λαμβάνεται G: corr. Bekk. || 29 χρῆσθαι G: corr. Bekk. || 30 λαμβάνεται VC Herv. )

    58
    δὲ ἀπολογούμενοι πρὸς τοῦτο ἐρεῖτε, τοῦτο καὶ παρʼ ήμιῶν ἀκούσεσθε.

    καὶ πάλιν ὅταν λέγητε τὸν βαρβαρισμὸν πα- ράπτωσιν ἐν ἁπλῇ λέξει παρὰ τὴν συνήθειαν, ἀνταπορή- σομεν λέγοντες ποίαν φατέ πολλῶν οὐσῶν, καὶ ᾖ ἂν εἴ- πητε, ταύτῃ φήσομεν καὶ ἡμεῖς ἀκολουθεῖν.

    κοινῆς οὖν οὔσης ἀπορίας οὐκ ἄπορος ἡ παρʼ ἡμιῶν ταύτης ἐστὶ λύ- σις. τῶν γὰρ συνηθειῶν αἱ μέν εἰσι κατὰ τὰς ἐπιστήμας αἱ δὲ κατὰ τὸν βίον. καὶ γὰρ ἐν φιλοσοφίᾳ ὀνομάτων τινῶν ἐστιν ἀποδοχὴ καὶ ἐν ἰατρικῇ ἐξαμιρέτως, καὶ ἤδη κατὰ μουσικὴν καὶ γεωμετρίαν, ἔστι δέ καὶ βιωτική τις ἀφελὴς συνήθεια τῶν ἰδιωτῶν, κατὰ πόλεις καὶ ἔθνη δια- φέρουσα.

    ὅθεν ἐν φιλοσοφίᾳ μέν τῇ τῶν φιλοσόφων στοι- χήσομεν, ἐν ἰατρικῇ δὲ τῇ ἰατρικωτέρα, ἐν δέ τῷ βίῳ τῇ συνηθεστέρᾳ καὶ ἀπερίττῳ καὶ ἐπιχωριαζούσῃ.

    παρὸ καὶ διχῶς τοῦ αὐτοῦ πράγματος λεγομένου πειρασόμεθα πρὸς τὰ παρόντα ὰρμοζόμενοι πρόσωπα τὸ μὴ γελώμενον προ- φέρεσθαι, ὁποῖόν ποτʼ ἂν ἤη κατὰ τὴν φύσιν. οἷον τὸ αὐτὸ ἀρτοφόριον καὶπανάριον λέγεται, καὶ πάλιν τὸ αὐτὸ σταμινίον καὶ ἀμίδιον καὶ ἴγδις καὶ θυῖα. ἀλλὰ στοχαζό- μενοι τοῦ καλῶς ἔχοντος καὶ σαφῶς καὶ τοῦ μιὴ γελᾶσθαι ὑπὸ τῶν διακονούντων ἡμῖν παιδαρίων [καὶ ἰδιωτῶν] πα- νάριον ἐροῦμεν, καὶ εἰ βάρβαρόν ἐστιν, ἀλλʼ οὐκ ἀρτοφο- ρίδα, καὶ σταμνίον, ἀλλʼ οὐκ ἀμίδα, καὶ θυῖαν μᾶλλον ἢ ἴγδιν.

    καὶ πάλιν ἐν διαλέξει ἀποβλέποντες πρὸς τοὺς παρόντας 〈τὰς〉 μὲν ἰδιωτικὰς λέξεις παραπέμεψομεν, τὴν δέ ἀστειοτέραν καὶ φιλολόγον συνήθειαν μετοδιώξομεν· ὡς γὰρ ἡ φιλολόγος γελᾶται παρὰ τοῖς ἰδιώταις, οὕτως ἡ ἰδιωτικὴ παρὰ τοῖς φιλολόγοις. δεξιῶς οὖν ἑκάστῃ πε- [*](§ 234 ἴγδις... θυΐα cf. Antiphanis fr. 127 Κock) [*](2 ἀκούσεσθαι B C λέγηται C || 3 ἀλήθειαν D || 4 εἴποιτε ζ 6 οὐο 〈ης τ〉ῆς Miette || 11 ἀσφαλὴς LVr marg. codicis, e quo ed. Gen. || 14 ἀπερίπτω B || 18 et 22 an ἀρτοφόρον dub. Bekk. coll. Polluc. 6. 32 (fasc. 2 p. 9, 14 Sethe) || 18 καὶ πάλιν iterat. L 19 ἴγδίον καὶ θυῖα ED: ἴγδις καὶ θυῖα LVr || 20 post ἔχοντος al. man. marg. inscrt. κμὶ καλῶς B || 21 [ ] Harder || 22 ἀρτοφόριον mavult Teiler 23 θυῖαν LVrED || 25 τὰς add. Bekk. )

    59
    ριστάσει τὸ πρέπον ἀποδιδόντες δόξομεν ἀμέμπτως ἑλ- ληνίζειν.

    Ἄλλως τε, ἐπεὶ ἐγκαλοῦσιν ὡς ἀνωμάλῳ καὶ πολυειδεῖ τῇ συνηθείᾳ, καὶ ἡμεῖς ἀπὸ τῆς αὐτῆς ἀφορμῆς αὐτοῖς ἐγκαλέσομεν. εἰ γὰρ ἡ ἀναλογία ὁμοίου παράθεσίς ἐστι, τὸ δὲ ὅμοιον ἐκ τῆς συνηθείας, ἡ δὲ συνήθεια ἀνώμαλός τε καὶ ἄστατος, δεήσει καὶ τὴν ἀναλογίαν μὴ ἔχειν ἑστῶτα παραπήγματα.

    καὶ τοῦτο πάρεστι διδάσκειν ἐπὶ τῶν ὀνο- μάτων καὶ τῶν ῥημάτων καὶ μετοχῶν καὶ καθόλου τῶν ἄλλων ἁπόντων. οἷον ἐπὶ μιὲν τῶν ὀνομάτων παρόσον τὰ κατὰ τὰς ὀρθὰς πτώσεις ἀνάλογα ὄντα καὶ ὅμοια, ταῦτα κατὰ τὰς πλαγίους ἀνομοίως τε καὶ οὐκ ἀναλόγως σχη- ματίζεται, οἷον Ἄρης Χάρης χάρτης — Ἄρεως άρητος χάρτου, καὶ Μέμινων Θέων λέων — Μέμινονος Θέωνος λέοντος, Σκόπας μέλας Ἄβας — Σκόπα μέλανος Ἄβαν- τος.

    ἐπὶ δὲ τῶν ῥηματικῶν πολλὰ ὁμοίως κατὰ τὸτ ἐνε- στῶτα χρόνον λεγόμενα οὐκ ἀναλόγως ἐν τοῖς ἄλλοις χρόνοις σχηματίζεται, 〈οἷον εὑρίσκει ψρέσκει — ηὕρηκεν ἀρήρεκεν〉, ἐνίων δί συζυγίαι τινές ἐκλελοίπασιν καὶ ἔκ- τονε μίν λέγεται, ἔκταγκε δέ οὐ λέγεται; ἀλλιπται μέν εἴποι τις |ἄν, ἤλειπται δὲ οὐκέτι. ἐπὶ δὲ τῶν μετοχῶν βοῶν σαρῶν νοῶν — βοῶντος σαροῦντος νοοῦντος, καὶ ἐπὶ τῶν προσηγοριῶν ἄναξ ἄβαξ — ἄνακτος ἄβακος, γραῦς ναῦς — γραός νηός.

    ὡσαύτως δὲ καὶ ἐπὶ τῶν τοιούτων· ἄρχων γὰρ λέγεται καὶ ὀνοματικῶς καὶ ὁ τὴν ἀρχὴν διέ- πων ἀλλʼ Ἄρχωνος μὲν γίνεται κατὰ πλάγιον πτῶσιν τὸ ὀνοματικόν, ἄρχοντος δέ τὸ μετοχικόν. καὶ κατὰ ὅμοιον τρόπον μένων θέων νέων μετοχικὰ ὄντα καὶ ὀνοματικὰ [*](§ 238 ἀρήρεκεν cf. Phrynich. p.95 Rutherford et Lobeck ad l.) [*](4 ἀφορμὴν A || 6 ἀνωμαλής A || 1??· καὶ pro κατὰ B 12 τούς A || 13 χάρης om. B || 14 μένων λέων θέων μένοντος λέον- τος θέωνος ED LVr Α B: μένων θέων λέων μένοντος θέωνος λέον- τος V μένον θέων etc. C; νέων pro λέων et μένονος pro μένοντος Fabr.: corr. Belk. | θέωνος — 15 μέλανος om. B, al. man. in marg. replet. || 18 χρονοίως B | οἷον αὐλεῖ ἀρέσκει ηὑληκν ἀρήρεκsν post 19 ίκλελ. habent G: Arp. Haret: correxit Theiler || 19 ἑκτονε oi. Theiler: κτείνεται G || 25 ὀνομαστικῶς G || 26 ἄρχωνος LVrED ἄρχων ζ || 27 et 28 μυνομαστικ. LVr )

    60
    διαφερούσας λαμβάνει τὰς κλίσεις μένωνος μέν γὰρ γίνεται τὸ ὀνοματικόν, μένοντος δέ ἡ μετοχή, καὶ Θέω- νος μὲν τὸ ὀνοματικόν, θέοντος δὲ 〈ἡ〉 μετοχή ἐστιν.

    πλὴν ἐκ τούτων συμφανές ὡς τῆς συνηθείας ἀνωμάλου καθε- στώσης οὐχ ἕστηκε τὰ παραπήγματα τῆς ἀναλογίας, ἀλλʼ ἀνάγκη ἀποστάντας αὐτῶν τοῖς κατὰ τὴν συνήθειαν σχη- μιατισμοῖς προσέχειν, παρέντας τὸ ἀνάλογον.

    Περὶ ἐτ υμολογία ς