Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

εἰ δέ ἀτέχνους, οὐκ ἄλλαι τινές εὑρεθήσονται παρὰ τὴν συνήθειαν· ἡ ἄρα συνήθεια τοῦ τί τέ ἐστιν ἑλληνικὸν καὶ τί ἀνελλήνιστον γίνεται κριτήριον, καὶ οὐκ ἄλλη τις περὶ τὸν ἑλληνισμὸν τέχνη. ἄλλως τε,

ἐπεὶ τῶν τεχνῶν αἱ μέν τῷ ὄντι εἰσὶ τέχναμι, ὡς ἡ ἀνδριαντοποιικὴ καὶ ζωγραφία, αἱ δὲ ἐπαγγέλματι μέν εἰσι τέχναι, οὐ πάντως δὲ καὶ κατ’ ἀλήθειαν, ὡς Σαλ- δαῖκή τε καὶ θυτική, ἵνα μάθωμεν πότερόν ποτε καὶ ἡ περὶ τὸν ἑλληνισμὸν λεγομένη τέχνη ἢ ὑπόσχεσις μόνον ἐστὶν ἢ καὶ ὑποκειμένη δύναμις, δεήσει κριτήριόν τι ἡμᾶς ἔχειν εἰς τὴν ταύτης δοκιμασίαν.

τοῦτʼ οὖν τὸ κριτήριον πάλιν ἤτοι τεχνικόν τί ἐστι (καὶ περὶ ἑλληνισμόν, εἴγε καὶ τῆς περὶ τὸν ἑλληνισμὸν κρινούσης, εἰ ὑγιῶς κρίνει, δοκιμαστικὸν καθέστηκεν), ἢ ἄτεχνον. ἀλλὰ τεχνικὸν [*](1 αὐτῷ AB διόπερ οἱ γραμμ. G: διόπερ εἰ γραμμ. Gen.: corr. R abr. | 3 διʼ ἤς διʼ ἐκεῖνον A 5 ἀσύστατόν B τὴν ὀρ- θῶς B || 7 βίον 〈ὁμιλία〉 dub. Bekk. 12 ἢ AB: ἤτοι cert. 13 πάντων B: πάντας D 18 ἑλληνισμοῦ LVr ||17 μήτε D 22 ἀνδριαντοποιητικὴ abr. | | 25 ἡ ὑπόσχεσις LVrED BCR: idem iterat V : ἢ ὑπόσχ. abr. || 26 ἢ om. A 28 καὶ post ἐστι om. Herr. 29 εἰ om. VC)

48
μὲν περὶ ἑλληνισμὸν οὐκ ἄν εἴη διὰ τὴν προειρημένην εἰς ἄπειρον ἔκπτωσιν ἄτεχνον δʼ εἰ λαμβάνοιτο τὸ κρι- τήριον, οὐκ ἄλλο τι εὑρήσομεν ἢ τὴν συνήθειαν. ἡ ἄρα συνήθεια καὶ αὐτὴν τὴν περὶ ἑλληνισμὸν τέχνην κρίνουσα οὐ δεήσεται τέχνης.

Επερ δέ οὐκ ἄλλως ἔστιν ἑλsνιζειν ἔὰν μὴ παρὰ γραμματικῆς μάθωμεν τὸ ἑλληνικόν, ἤτοι ἐναργές ἐστι τοῦτο καὶ ἐξ αὐτοῦ βλεπόμενον ἢ ἀδηλότερον. ἀλλʼ ἐναρ γές μὲν οὐκ ἔστιν, ἐπεὶ σύμφωνον ἂν ἦν παρὰ πᾶσιν ὡς τὰ λοιπὰ τῶν ἐ〈να〉ργῶν.

καὶ ἄλλως πρὸς μέν τὴν τοῦ ἐναργοῦς ἀντίληφψιν οὐδεμιᾶς τέχνης ἐστὶ χρεία, καθάπερ οὐδὲ πρὸς τὸ λευκὸν ὀςᾶν ἢ γλυκέος γεύεσθαι θερμοῦ θιγγάνειν· πρὸς δὲ τὸ ἑλληνίζειν μεθόδου τινὸς καὶ τέχ- νης κατὰ τοὺς γραμματικούς ἐστι χρεία. οὐκ ἄρα ἐναργές ἐστι τὸ ἑλληνίζειν.

ἄδηλον δέ εἴπερ ἐστί, πάλιν ἐπεὶ τὸ ἄδηλον ἔκ τινος ἑτέρου γνωρίζεταμι, ἤτοι φυσικῷ τινι κατ- ακολουθητέον κριτηρίῳ, ἐξ οὖ διαγιγνώσκεται τί τὸ ἑλ- ληνικὸν καὶ τί τὸ ἀνελλήνιστον, ἢ τῇ ἕνὸς συνηθεία ὡς ἄκρως ἑλληνίζοντος χρηστέον πρὸς τὴν τούτου κατάληψιν, ἢ τῇ πάντων.

ἀλλὰ φυσικὸν μέν κριτήριον εἰς τὸ ἑλληνι- κὸν καὶ τὸ μὴ τοιοῦτον οὐδὲν ἔχομεν· τοῦ γὰρ λττικοῦ τὸ τάριχος λέγοντος ὡς ἑλληνικὸν καὶ τοῦ Πελοποννησίου ὁ τάριχος προφερομένου ὡς ἀδιάστροφον, καὶ τοῦ μέν τὴν στάμνον ὀνομάζοντος τοῦ δέ τὸν στάμνον, οὐδὲν ἔχει ἐξ ἑαυτοῦ κριτήριον πιστὸν ὀ γραμματικὸς εἰς τὸ οὕτως ἀλλὰ μὴ οὕτως δεῖν λέγειν, εἰ μὴ ἄρα τὴν ἑκάστου συν- ήθειαν, ἥτις οὔτε τεχνικὴ οὐτε φυσική ἐστιν.

τῇ δὲ τινὸς συνηθείᾳ δεῖν ἀκολουθεῖν εἴπερ ἐροῦσιν, ἤτοι φάσει μόνον. ἐροῦσιν ἢ ἐμμεθόδοις ἀποδείξεσι χρησάμενοι. ἀλλὰ φάσιν [*](§ 185 cf. M X 301, M XI 227, M I 23, MVIII 203 || 188 cf. M VII 315— 316) [*](1 an περὶ ἑλληνισμὸν delendum | ἑλληνισμοῦ LVr Gen. || 3 οὐκ ἀν V Fabr. |ἀλλʼ ὅτι C || 4 καὶ Bekk.: κατʼ G || 8 αὐτοῦ G || 10 ἔρ- γων G: corr. Fabr. || 25 ἀὐτοῦ (sic) L: αὐτοῦ Vr || 27 ἥτις LE 28 ἤτοι — 29 sλοῦσιν om. ED: in marg. A ||29 ἢ edd.: οἱ G ἐμμεθόδοις Lζ: ἐν μεθόδοις ED | ἀλλὰ om. A. )

49
μὲν λέγουσι φάσιν ἀντιθήσομεν περὶ τοῦ τοῖς πολλοῖς μᾶλλον ἢ τῷ ἑνὶ δεῖν ἀκολουθεῖν ἐμμεθόδως δέ ἀπο- δεικνύντες ὅτι οὗτος ἑλληνίζει, ἀναγκασθήσονται ἐκείνην τὴν μέθοδον κριτήριον ἑλληνισμοῦ λέγειν διʼ ἣν καὶ οὕτος ἑλληνίζων δέδεικται, ἀλλʼ οὐχὶ τοῦτον.

λείπεται οὖν τῇ πάντων συνηθεία προσέχειν. εἰ δέ τοῦτο, οὐ χρεία τῆς ἀναλογίας ἀλλὰ παρατηρήσεως τοῦ πῶς οἱ πολλοὶ διαλέ- γονται καὶ τί ὡς ἑλληνικὸν παραδέχονται ἢ ὡς οὐ τοιοῦτον ἐκκλίνουσιν. τό γε μὴν ἑλληνικὸν ἤτοι φύσει ἐστὶν ἢ θέ- σει. καὶ φύσει μέν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἄν ποτε ταὐτὸν τοῖς μὲν ἑλληνικὸν ἐδόκει τυγχάνειν τοῖς δὲ οὐχ ἑλληνι- κόν θέσει δέ εἴπερ ἐστὶ καὶ νόμῳ τῶν ἀνθρώπων,

ὁ συνασκηθεὶς μάλιστα καὶ τριβεῖς ἐν τῇ συνηθείᾳ, οὐτος ἑλληνίζει, καὶ οὐχ ὁ τὴν ἀναλογίαν ἐπιστάμενος. καὶ γὰρ ἄλλως ἔνεστι παραστῆσαι ὅτι οὐ δεόμεθα πρὸς τὸ ἑλλη- νίζειν τῆς γραμματικῆς.

ἐν γὰρ ταῖς ἀνὰ χεῖρα ὁμιλίαις ἤτοι ἀντικόψουσιν ἡμῖν οἱ πολλοὶ ἐπί τισι λέξεσιν ἢ οὐκ ἀντικόψουσιν. καὶ εἰ μέν ἀντικόψουσιν, εὐθὺς καὶ διορθώ- σονται ἡμᾶς, ὥστε παρὰ τῶν ἐκ τοῦ βίου καθεστώτων ἀλλʼ οὐχὶ παρὰ γραμματικῶν ἔχειν τὸ ἑλληνίζειν·

εἰ δʼ οὐ δυσχεραίνουσιν ἀλλʼ ὡς σαφέσι καὶ ὀρθῶς ἔχουσι συμπεριφέροιντο τοῖς λεγομένοις, καὶ ἡμεῖς αὐτοῖς ἐπιμε- νοῦμεν. κατά τε ταύτην τὴν ἀναλογίαν ἤτοι πάντες ἢ οἱ πλεῖστοι ἢ οἱ πολλοὶ διαλέγονται οὐτε δὲ πάντες οὔθ’ οἱ πλεῖστοι οὖθʼ οἱ πολλοί· μόλις γὰρ δύο ἢ τρεῖς τοιοῦ- τοι εὑρίσκονται, οἱ δέ πλεῖστοι οὐδὲ ἴσασιν αὐτήν.

τοίνυν ἐπεὶ τῇ τῶν πολλῶν συνηθεία καὶ οὐ τῇ τῶν δυοῖν ἀναγ- καῖον κατακολουθεῖν, ῥητέον τὴν παρατήρησιν τῆς κοινῆς συνηθείας χρησιμεύειν πρὸς τὸ ἑλληνίζειν, ἀλλὰ μὴ τὴν ἀναλογίαν. ἐπὶ πάντων γε μὴν σχεδὸν τῶν χρησιμευόν- των τῷ βίῳ μέτρον ἐστὶν ἱκανὸν τὸ μὴ παραποδίζεσθαι πρὸς τὰς χρείας.

διόπερ εἰ καὶ ὁ ἑλληνισμὸς διὰ δύο μά- [*](2 ἰδεῖν C || 4 διʼ ἧς Meta |οὕτω Gen. || 5 τοῦτο G: corr. Bekk. 6 εἰς δέ τοῦτο Shorey || 7 διαλέγονται — 8 τοιοῦτον om. V, alt. man. in marg. add. cum voce κείμενον || 8 τί ὡς Bekk.: πῶς G; aliquid ut Herv. || 13 ρυντριβείς A || 27 δυεῖν LED )

50
λιστα προηγούμενα ἔτυχεν ἀποδοχῆς, τήν τε σαφήνειαν καὶ τὴν προσήνειαν τῶν δηλουμένων (τούτοις γὰρ ἔξωθεν κατ’ ἐπακολούθησιν συνέζευκται τὸ μεταφορικῶς καὶ ἐμι- φατικῶς καὶ κατὰ τοὺς ἄλλους τρόπους φράζειν), ζητήσο- μεν οὖν ἐκ ποτέρας ταῦτα μᾶλλον περιγίνεται, ἆρά γε τῆς κοινῆς συνηθείας ἢ τῆς ἀναλογίας, ῖνα ἐκείνῃ προσθώ- μεθα.

βλέπομεν δέ γε ὡς ἐκ τῆς κοινῆς συνηθείας μᾶλ- λον ἢ ὅτι ἐκ τῆς ἀναλογίας. ἐκείνῃ ἄρα ἀλλʼ οὐ ταύτῃ χρηστέον. τὸ μὲν γὰρ τῆς ὀρθῆς πτώσεως ὁ Ζεύς οὐσης τὰς πλαγίους προφέρεσθαι Ζηνός ΖηνίΖῆνα καὶ τῆς κύων κυνός κυνί κύνα 〈οὐ μόνον〉 σαφές, ἀλλὰ καὶ ἀπρόσκοπον τοῖς πολλοῖς εἶναι φαίνεται· τοῦτο δέ ἐστι τὸ τῆς κοινῆς συνηθείας. τὸ δέ ἀπὸ τῆς Ζεύς ὀρθῆς Ζεός λέγειν καὶ Ζε καὶ Ζέα, καὶ ἀπὸ τῆς κύων σχηματίζειν κύωνος κύωνι κύωνα, ἢ ἀπὸ τῆς κυνός γενικῆς ἀξιοῦν τὴν ὀρθὴν κῦς ὑπάρχειν, καὶ ἐπὶ τῶν ῥηματικῶν φερήσω λέγειν καὶ βλε- πήσω ὡς χυήσω καὶ θελήσω, σὺ μόνον ψσαφίς ἀλλὰ χαἱ γέλωτος ἔτι δέ προσκοπῆς ἄξιον εἶναι δοκεῖ·

τοῦτο δὲ γίνεται ἀπὸ ἀναλογίας. τοίνυν, ὡς ἔφην, οὐ ταύτῃ χρη- στέον ἀλλὰ τῇ συνηθεία.

Μήποτε δὲ καὶ περιτρέπονται, καὶ ἐάν 〈τε〉 θελήσωσιν ἐάν τε καὶ μή, ἀναγκασθήσονται χρῆσθαι μέν τῇ συνη- θείᾳ παραπέμπειν δὲ τὴν ἀναλογίαν. σκοπῶμεν δʼ ἐντεῦ- θεν τὸ λεγόμενον, τουτέστιν ἐκ τῆς πρὸς αὐτοὺς ἀκολου- θίας.

ζητουμένου γὰρ τοῦ πῶς δεῖ λέγειν, χρῆσθαι ἢ χρᾶσθαι, φασὶν ὅτι χρᾶσθαι, καὶ ἀπαιτούμενοι τούτου τὴν πίστιν λέγουσιν, ὅτι χρῆσις καὶ κτῆσις ἀνάλογά ἐστιν· ὡς οὗν κτᾶσθαι μέν λέγεται, κτῆσθαι δὲ οὐ λέγεται, οὕτω καὶ χρᾶσθαι μέν ῥηθήσεται, χρῆσθαι δέ οὐ πάντως.

ἀλλʼ εἰ ἐπακολουθῶν τις αὐτοῖς πύθοιτο αὐτὸ δέ τοῦτο τὸ κτᾶσθαι ὅτι ὀρθῶς εἴρηται, ἀφʼ οὖ καὶ τὸ χρᾶσθαι ἀπο- δείκνυμεν, πόθεν ἴσμεν;ʼ φήσουσιν ὅτι ἐν τῇ συνηθεία λέ- [*](3 καὶ ἐκφατικῶς ζ; καὶ ἐκφαντικῶς A : om. Vr || 4 ζητήσωμεύν Gen. Babr. || 5 οὑν om. LVr || 6 τὰς ἀναλ. ἐκείνω ζ || 9 δ om. ζ | 10 προφέρειν ζ; || 11 οὑ μόνον addrdr || 14 καὶ post κύωνι LED || 17 κυήσω Theiler: ποιήσω G || 18 προκοπῆς A || 21 τε add. Bekk. || 26 ἀπαιτούμενος A || 31 ἀποδείκν. — 32 ἴσμεν om. C )

51
γεται. τοῦτο δὲ λέγοντες δώσουσι τὸ τῇ συνηθείᾳ δεῖν ὡς κριτηρίῳ προσέχειν, ἀλλὰ μὴ τῇ ἀναλογίρ.

εἰ γὰρ ὅτι ἐν τῇ συνηθείᾳ λέγεται κτᾶσθαι, ῥητέον καὶ χρᾶσθαι, ὀφείλομεν παρέντες τὴν ἀναλογικὴν τέχιην ἐπὶ τὴν συν- ήθειαν ἀναδραμεῖν, ἀφʼ ἧς κἀκείνη ἤρτηται.

Καὶ μὴν ἡ ἀναλογία ὁμοίων πολλῶν ὀνομάτων ἐστὶ παράθεσις, τὰ δέ ὀνόματα ταῦτα ἐκ τῆς συνηθείας, ὥστε καὶ ἡ σύστασις τῆς ἀναλογίας ἀπὸ τῆς συνηθείας πρόει- σιν.

τούτου δέ οὕτως ἔχοντος ἐρωτητέον τρόπῳ τῷδε· ἤτοι ἐγκρίνετε τὴν συνήθειαν ὡς πιστὴν πρὸς διάγνωσιν | ἑλληνισμοῦ ἢ ἐκβάλλετε. εἰ μέν ἐγκρίνετε, αὐτόθεν συν- ῆκται τὸ προκείμενον, καὶ οὐ χρεία τῆς ἀναλογίας· εἰ δέ ἐκβάλλετε, ἐπεὶ καὶ ἡ ἀναλογία ἐκ ταύτης συνίσταται, ἐκβάλλετε καὶ τὴν ἀναλογίαν. καὶ πάλιν, ἄτοπον τὸ αὐτὸ καὶ ὡς πιστὸν προσίεσθου καὶ ὡς ἄπιστον παραιτεῖσθαι.