Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἀλλὰ κατὰ μὲν τὸ μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν εἴη ἐγκρατής· οὐ γάρ κρατήσει οὗ οὐκ ἔχει. καὶ ὡς οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδίσια καὶ τὸν κακοστομαχοῦντα πρὸς ἐδεσμάτων ἀπόλαυσιν οὐδ’ ὅλως γὰρ ἐπιζήτησις αὐτοῖς γίνεται τῶν τοιούτων, ἴνα καὶ ἐγκρατῶς κατεξαναστῶσι τῆς ἐπιζητήσεως), τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ πάθος οὗ ἔσται ἐγκρατής.

εἰ δὲ κατὰ τοῦτο ἀξιώσουσιν αὐτὸν ὑπάρχειν ἐγκρατῆ καθόσον γίνεται μὲν ἐν φαύλαις κρίσεσιν, περιγίνεται δὲ αὐτῶν τῷ λόγῳ, πρῶτον μὲν δώσουσιν, ὅτι οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις, ἀκμὴν ἐν ταραχαῖς ὄντα καὶ βοηθείας δεόμενον, εἶτα καὶ κακοδαιμονέστερος τῶν φαύλων λεγομένων εὑρίσκεται. εἰ μὲν γὰρ ὁρμᾷ ἐπί τι, πάντως ταράσσεται, εἰ δὲ περικρατεῖ τῷ λόγῳ, συνέχει ἐν ἑαυτῷ τὸ κακόν, καὶ διὰ τοῦτο μᾶλλον ταράσσεται τοῦ φαύλου ἐκείνου μηκέτι τοῦτο πάσχοντος·