Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
ἀλλ’ εἰ μὲν κατάληψις μία τὸν ἄτεχνον τεχνίτην ἀπεργάζεται, πρῶτον μὲν ἐνέσται λέγειν, ὅτι οὔκ ἐστι σύστημα ἐκ καταλήψεων ἡ τέχνη · ὁ γὰρ μηδὲν ὅλως εἰδώς, εἰ θεώρημα διδαχθείη τέχνης, τεχνίτης ἂν οὕτω λέγοιτο εἶναι. εἶτα καὶ ἐὰν λέγῃ τις, ὧς ὁ τινὰ θεωρήματα τέχνης ἀνειληφὼς καὶ προσδεόμενος ἑνὸς ἔτι καὶ διὰ τοῦτο ὢν ἄτεχνος, ἂν τὸ ‘ὲν ἐκεῖνο προσλάβῃ, τεχνίτης ἐξ ἀτέχνου ἀποτελεῖται ἐκ καταλήψεως μιᾶς, ἀποκληρωτικὸν λέξει.
ἐπὶ γὰρ τῶν κατὰ μέρος οὐκ ἂν δύναιτο δείξαί τινα ἄτεχνον μὲν ἔτι, τεχνίτην δὲ ἐσόμενον, ἐὰν ἔν τι θεώρημα προσλάβῃ· οὐ γὰρ δήπου τὴν ἐξαρίθμησιν τῶν θεωρημάτων ἑκάστης τέχνης ἐπίσταταί τις, ὥστε ἀπαρι- θμησάμενος τὰ ἐγνωσμένα θεωρήματα , πόσα λείπεται πρὸς τὸν πλήρη τῶν θεωρημάτων τῆς τέχνης ἀριθμὸν εἰπεῖν ἔχειν. οὐκοῦν ἑνὸς θεωρήματος γνῶσις οὐ ποιεῖ τὸν ἄτεχνον τεχνίτην.