Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
Δῆλον δὲ ἐκ τῶν προειρημένων, ὅτι οὐδὲ τέχνη τις ἂν εἴη περὶ τὸν βίον. εἰ γὰρ ἔστι τοιαύτη τέχνη, περὶ τὴν θεωρίαν τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν ἀδιαφόρων ἔχει· διὸ τούτων ἀνυπάρκτων ὄντων ἀνύπαρκτός ἐστι καὶ ἡ περὶ τὸν βίον τέχνη. καὶ ἄλλως, ἐπεὶ μὴ ὁμοφώνως μίαν ἀπολείπουσι πάντες οἱ δογματικοὶ τέχνην περὶ βίον, ἀλλ’ ἄλλοι ἄλλην ὑποτίθενται, ὑποπίπτουσι τῇ διαφωνίᾳ καὶ τῷ ἀπὸ τῆς διαφωνίας λόγῳ, ὃν ἠρώτησα ἐν τοῖς περὶ τἀγαθοῦ λελεγμένοις ἡμῖν § 169 sqq.).
εἰ μέντοι καὶ μίαν εἶναι πάντες λέγοιεν καθ’ ὑπόθεσιν τὴν περὶ τὸν βίον τέχνην, οἷον τὴν ἀοίδιμον φρόνησιν, ἥτις ὀνειροπολεἱται μὲν παρὰ Στωικοῖς, μᾶλλον δὲ πληκτικωτέρα τῶν ἄλλων εἶναι δοκεῖ, καὶ οὕτως οὐδὲν ἧττον ἀτοπίαι παρακολουθήσουσιν. ἐπεὶ γὰρ φρόνησίς ἐστιν ἀρετή, τὴν δὲ ἀρετὴν μόνος εἶχεν ὁ σοφός, οἱ Στωικοὶ μὴ ὄντες σοφοὶ οὐχ