Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Αἰθιόπων δὲ οἱ ἰχθυοφάγοι εἰς τἀς λίμνας ἐμβάλλουσιν αὐτούς, ὑπὸ τῶν ἰχθύων βρωθησομένους· Υρκανοὶ δὲ κυσὶν αὐτοὺς ἐκτίθενται βοράν, Ἰνδῶν δὲ ἔνιοι γυψίν. Τρωγλοδύτας δέ φασιν ἐπί τινα γεώλοφον ἄγειν τὸν ἀποθανόντα, εἶτα δεσμεύσαντας αὐτοῦ τὴν κε- φαλὴν πρὸς τοὺς πόδας λίθοις βάλλειν μετὰ γέλωτος, εἷθ’ ὅταν χώσωσιν αὐτὸν τοῖς βαλλομένοις ἀπαλλάσσεσθαι.

τινὲς δὲ βάρβαροι τοὺς μὲν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας θύσαντες ἐσθίουσιν, τοὺς δὲ ἐν νεότητι ἀποθανόντας γῇ κρύπτουσιν. ἔνιοι δὲ καίουσι τοὺς τετελευτηκότας· ὣν οἱ μὲν ἀναλαβόντες αὐτῶν τὰ ὀστέα κηδεύουσιν, οἱ δὲ ἀφροντίστως κατ’ καταλείπουσιν ἐρριμμένα. Πέρσας δέ φασιν ἀνασκολοπίζειν τοὺς ἀποθανόντας καὶ νίτρῳ ταριχεύειν, εἶθ’ οὕτω τελαμῶσι συνειλεῖν. ἄλλοι δὲ ὅσον πένθος ἐπὶ τοῖς τελευτήσασιν ὑπομένουσιν ὁρῶμεν.