Pyrrhoniae Hypotyposes
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.
ἄθεσμον τέ ἐστι παρ’ ἡμῖν μητέρα ἢ ἀδελφὴν ἰδίαν γαμεῖν· Πέρσαι δέ, καὶ μάλιστα αὐτῶν οἱ σοφίαν ἀσκεῖν δοκοῦντες, οἱ Μάγοι, γαμοῦσι τὰς μητέρας, καὶ Αἰγύπτιοι τὰς ἀδελφὰς ἄγονται πρὸς γάμον, καὶ ὧς ὁ ποιητής φησιν Σ 356),
Ζεὺς Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε. ἀλλὰ καὶ ὁ Κιτιεὺς Ζήνων (Stoic. fr. I, 256 Arn.) φησὶ μὴ ἄτοπον εἶναι τὸ μόριον τῆς μητρὸς τῷ ἑαυτοῦ μορίῳ τρῖψαι, καθάπερ οὐδὲ ἄλλο τι μέρος τοῦ σώματος αὐτῆς τῇ χειρὶ τρῖψαι φαῦλον ἂν εἶποι τις εἶναι. καὶ ὁ Χρύσιππος δὲ ἐν τῇ πολιτείᾳ (fr. Stoic. III, 745 Arn.) δογματίζει τόν τε πατέρα ἐκ τῆς θυγατρὸς παιδοποιεῖσθαι καὶ τὴν μητέρα ἐκ τοῦ παιδὸς καὶ τὸν ἀδελφὸν ἐκ τῆς ἀδελφῆς. [*](4a) Πλάτων’ (Resp. IV 423 E sqq.) δὲ καὶ καθολικώτερον κοινὰς εἶναι τὰς γυναῖκας δείν’ ἀπεφήνατο.
τό τε αἰσχρουργεῖν ἐπάρατον ὂν παρ’ ἡμὶν ὁ Ζήνων (Stoic. fr. I, 255 Arn.) οὐκ ἀποδοκιμάζει· καὶ ἄλλους δὲ ὧς ἀγαθῷ τινι τούτῳ χρῆσθαι τῷ κακῷ πυνθανόμεθα.