Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἀλλὰ καὶ τὸ τὰς γυναῖκας ἑταιρεῖν παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι καὶ ἐπονείδιστον, παρὰ δὲ πολλοῖς τῶν Αἰγυπτίων εὐκλεές· φασὶ γοῦν, ὅτι αἱ πλείστοις συνιοῦσαι καὶ κόσμον ἔχουσι περισφύριον, σύνθημα τοῦ παρ’ αὐταῖς σεμνολογήματος. παρ’ ἐνίοις δὲ αὐτῶν αἱ κόραι πρὸ τῶν γάμων τὴν προῖκα ἐξ ἑταιρήσεως συνάγουσαι γαμοῦνται. καὶ τοὺς Στωικοὺς (Stoic. fr. III, 755 Arn.) δὲ ὁρῶμεν οὐκ ἄτοπον εἶναι λέγοντας τὸ ἑταίρᾳ συνοικεῖν ἢ τὸ ἐξ ἑταίρας ἐργασίας διαζῆν.

ἀλλὰ καὶ τὸ ἐστίχθαι παρ’ ἡμῖν μὲν αἰσχρὸν καὶ ἄτιμον εἶναι δοκεῖ, πολλοὶ δὲ Αἰγυπτίων καὶ Σαρμάτων στίζουσι τὰ γεννώμενα.