Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

εἴτε δὲ τὸ ὠφελοῦν εἴτε τὸ δι’ ἑαυτὸ αἱρετὸν εἴτε τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν ἀγαθόν τις εἶναι λέγοι, οὐχὶ τί ἐστι τὸ ἀγαθὸν παρίστησιν, ἀλλά τι τῶν συμβεβηκότων αὐτῷ λέγει. ὅπερ ἐστὶ μάταιον. ἤτοι γὰρ μόνῳ τῷ ἀγαθῷ συμβέβηκε τὰ προειρημένα ἢ καὶ ἑτέροις. ἀλλ’ εἰ μὲν καὶ ἑτέροις, οὔκ ἐστι χαρακτηριστικὰ τοῦ ἀγαθοῦ κοινοποιούμενα· εἰ δὲ μόνῳ τῷ ἀγαθῷ, οὐκ ἐνδέχεται ἡμᾶς ἀπὸ τούτων νοεῖν τὸ ἀγαθόν·

ὧς γὰρ ὁ ἀνεννόητος ἵππου οὔτε τὸ χρεμετίζειν τί ἐστιν οἶδεν, οὔτε διὰ τούτου δύναται εἰς ἔννοιαν ἐλθεῖν ἵστιν εἰ μὴ πρότερον πρότερον χρεμετίζοντι ἐντύχοι, οὕτω <καὶ> ὁ διὰ τὸ μὴ εἰδέναι [*](§ 172 ~ adv. dogm. V 30) [*](§§ 173—174 ~ adv. dogm. V 35—39.) [*](10 reputari Τ 14 a τὴν add. Kayser 15 πρᾶξιν EAB: πρᾶξις 19b συλλαμβάνον G: collectivum Τ: συλλαμβανόμενον Bekk. dub. coll. p. 551,25: συμβαλλόμενον Kayser coll. p. 97, 13. 163, 1: fort. συνεργοῦν coll. v. 24 22 τινες — λέγουσι Τ (quidam — dicunt) 24 quod cooperatur T 28/29 habentia communitatem cum aliis Τ 33 οὕτω καὶ Τ (ita et): οὕτως G)

v.1.p.181
ἰδ’. ζητῶν τί ἐστιν ἀγαθόν, οὐ δύναται γινώσκειν τὸ ἰδίως αὐτῷ καὶ μόνῳ ὑπάρχον, ἴνα δι’ αὐτοῦ τὸ ἀγαθὸν αὐτὸ νοῆσαι δυνηθῇ. πρότερον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶθ’ οὕτω συνεῖναι ὅτι ὠφελεῖ καὶ ὅτι δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ὅτι εὐδαιμονίας ποιητικόν.