Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

<...> εἰ μὲν γὰρ χωρὶς μετοχῆς μονάδες εἶναι δύνανται αὗται, δυνήσεται καὶ τῶν αἰσθητῶν ἕκαστον χωρὶς μονάδος μετοχῆς ‘ὲν εἶναι, καὶ αὐτόθεν περιτρέπεται ἡ καθ’ ἑαυτὴν θεωρεῖσθαι λεγομένη ὁ μονάς. εἰ δὲ ἀπὸ μετοχῆς κἀκεῖναι μονάδες εἰσίν, ἤτοι μιᾶς μετέχουσι πᾶσαι ἢ μία ἑκάστη ἰδίας. καὶ εἰ μὲν πᾶσαι μιᾶς, ἤτοι κατὰ μέρος ἑκάστη ἢ ὅλης λεχθήσεται μετέχειν, καὶ μένουσιν αἱ ἀρχῆθεν ἀτοπίαι·

εἰ δὲ ἑκάστη ἰδίας, καὶ ἐκείνων τῶν μονάδων ἑκάστῃ μονάδα ἐπιθεωρεῖσθαι δεῖ, καὶ ταῖς ἐπιθεωρουμέναις ἐκείναις ἄλλας, καὶ μέχρις ἀπείρου. εἰ οὖν ἵνα καταλάβωμεν, ὅτι εἰσί τινες καθ’ ἑαυτὰς μονάδες, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν ὄντων ἐστὶν ἕν, δεῖ κατειληφέναι ἀπειράκις ἀπείρους νοητὰς μονάδας, ἀδύνατον δὲ καταλαβεῖν ἀπειράκις ἀπείρους μονάδας νοητάς, ἀδύνατον ἄρα ἐστὶν ἀποφήνασθαι, ὅτι εἰσί τινες νοηταὶ μονάδες καὶ ἕκαστον τῶν ὄντων ἐστὶν ‘ὲν κατὰ μετοχὴν ἰδίας μονάδος γινόμενον ἔν.

ἄτοπον ἄρα τὸ λέγειν, ὅτι τοσαῦταί εἰσιν αἱ μονάδες ὅσα τὰ μετέχοντα [*](14 μενοῦσιν scr.: μένουσιν G 15 μέρος τι ML: τι μέρος EAB 18 μονάδος Stephanus: δεκάδος G 26 excidit ὅπερ ἀδύνατον vel simile quid || γὰρ G: οὖν Bekk. dubit. 2 ἑκάστῃ Bekk.: ἑκάστην G)

v.1.p.178
αὐτῶν. εἰ δὲ μήτε μία ἐστὶν ἡ καθ’ ἑαυτὴν λεγομένη μονὰς μήτε τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν, οὐδὲ ἔστιν ὅλως μονὰς καθ’ ἑαυτήν. ὁμοίως δὲ οὐδὲ τῶν ἄλλων ἀριθμῶν ἕκαστος καθ’ ἑαυτὸν ἔσται· χρῆσθαι γὰρ ἔνεστιν ἐπὶ πάντων τῶν ἀριθμῶν τῷ λόγῳ παραδειγματικῶς νῦν ἐπὶ τῆς μονάδος ἠρωτημένῳ. ἀλλ’ εἰ μήτε καθ’ ἑαυτόν ἐστιν ὁ ἀριθμός, ὧς ὑπεμνήσαμεν, μήτε αὐτὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός ἐστιν, ὧς οἱ ἀπὸ Πυθαγόρου παρέστησαν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον μηδὲ εἷναι ἀριθμόν.

Πῶς δὲ καὶ γίνεσθαί φασιν ἐκ τῆς μονάδος τὴν δυάδα οἱ ἔξωθέν τι δοκοῦντες εἶναι τὸν ἀριθμὸν παρὰ τὰ ἄρμ’ ὅτε γὰρ συντίθεμεν μονάδα ἑτέρᾳ μονάδι, ἤτοι προστίθεταί τι ταῖς μονάσιν ἔξωθεν, ἢ ἀφαιρεῖταί τι ἀπ’ αὐτῶν, ἢ οὔτε προστίθεταί τι οὔτε ἀφαιρεῖται. ἀλλ’ εἰ μὲν οὔτε προστίθεταί <τι> οὔτε ἀφαιρεῖται, οὐκ δυάς. οὔτε γὰρ χωρὶς ἀλλήλων οὖσαι αἱ μονάδες εἶχον τὴν δυάδα ἐπιθεωρουμένην αὐταῖς κατὰ τὸν ἴδιον αὐτῶν λόγον, οὔτε νῦν τι αὐταῖς ἔξωθεν προσγέγονεν,

ὥσπερ οὐδὲ ἀφῄρηται κατὰ τὴν ὑπόθεσιν. ὥστε οὐκ ἔσται δυὰς ἡ σύνθεσις τῆς μονάδος πρὸς τὴν μονάδα, μήτε ἀφαιρέσεως μήτε προσθέσεως ἔξωθέν τινος γινομένης. εἰ δὲ ἀφαίρεσις γίνεται, οὐ μόνον οὐκ ἔσται δυάς, ἀλλὰ καὶ μειωθήσονται αἱ μονάδες. εἰ δὲ προστίθεται αὐταῖς ἔξωθεν ἡ δυάς, ἴνα ἐκ τῶν μονάδων γένηται δυάς, τὰ δύο δοκοῦντα εἶναι τέσσαρα ἔσται· ὑπόκειται γὰρ μονὰς καὶ ἑτέρα μονάς, αἷς προστιθεμένης ἔξωθεν δυάδος ὁ τέσσαρα ἀριθμὸς ἀποτελοῖτο ἄν.

ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀριθμῶν τῶν κατὰ σύνθεσιν ἀποτελεῖσθαι λεγομένων. εἰ οὖν μήτε κατὰ ἀφαίρεσιν μήτε κατὰ πρόσθεσιν μήτε ἄνευ ἀφαιρέσεως καὶ προσθέσεως γίγνονται οἱ σύνθετοι λεγόμενοι εἶναι ἀριθμοὶ ἐκ τῶν ἐπαναβεβηκότων , ἀσύστατός ἐστιν ἡ γένεσις τοῦ κατ’ ἰδίαν καὶ παρὰ τὰ ἀριθμητὰ [*](§§ 164—165 ~ adv. math. IV 21—22 (e Platonis Phaedone 96 E sqq. sumpta.)) [*](27 τι add. Bekk. 29 δυάδα Kayser: μονάδα G 30 ὥσπερ ὥστε G ἐκ τῶν LEAB: αὐτῶν M 11 παρὰ Bekk.: περὶ G)

v.1.p.179
εἶναι λεγομένου ἀριθμοῦ. ὅτι δὲ οὐδὲ ἀγένητοι τυγχάνουσιν ὄντες οἱ κατὰ σύνθεσιν ἀριθμοί, δηλοῦσιν αὐτοὶ συντίθεσθαί τε αὐτοὺς καὶ γίγνεσθαι φάσκοντες ἐκ τῶν ἐπαναβεβηκότων, , οἷον τῆς τε μονάδος καὶ δυάδος τῆς ἀορίστου.

οὐκοῦν οὐχ ὑφέστηκε κατ’ ἰδίαν ὁ ἀριθμός. εἰ δὲ μήτε κατ’ ἰδίαν ὁ ἀριθμὸς θεωρεῖται μήτε ἐν τοῖς ἀριθμητοῖς ἔχει τὴν ὑπόστασιν , οὐδὲ ἔστι τι ὁ ἀριθμὸς ὅσον ἐπὶ ταῖς περιεργίαις ταῖς ὑπὸ τῶν δογματικῶν εἰσενηνεγμέναις. τοσαῦτα μὲν καὶ περὶ τοῦ φυσικοῦ καλουμένου τῆς φιλοσοφίας μέρους ἀρκούντως ὧς ἐν ὑποτυπώσει λελέχθω.

  • κα περὶ τοῦ ἠθικοῦ μέρους τῆς φιλοσοφίας.
  • Λείπεται τὸ ἠθικόν, ὅπερ δοκεῖ τὴν διάκρισιν τῶν τε καλῶν καὶ κακῶν καὶ ἀδιαφόρων καταγίγνεσθαι. ἵνα οὖν κεφαλαιωδῶς καὶ περὶ τούτου διαλάβωμεν , περὶ τῆς ὑπάρξεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων ζητή- σωμεν, τὴν ἔννοιαν ἑκάστου προεκθέμενοι.

  • κβ΄ περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἅδ’ ιαφόρων.
  • Φᾶσίν οὖν οἱ Στωικοὶ (Stoic. fr. III 75 A) ἀγαθὸν εἶναι ὠφέλειαν ἢ οὐχ ἕτερον ὠφελείας, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, [*](30a) ξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον καὶ τὸν φίλον. ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ’ ἀρετὴν ἄντικρύς ἐστιν ὠφέλεια, ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας.

    μέρος μὲν γὰρ τοῦ σπουδαίου ἐστὶν ὠφέλεια, τὸ ἡγεμονικὸν αὐτοῦ ὑπάρχουσα· τὰ δὲ ὅλα οὔτε τὰ αὐτὰ τοῖς μέρεσιν εἶναι λέγουσιν οὐ γάρ ἐστιν ὁ ἄνθρωπος χείρ), οὔτε ἕτερα παρὰ τὰ [*](5a) μέρη οὐκ ἄνευ γὰρ τῶν μερῶν ὑφέστηκεν). διόπερ οὐχ ἕτερα τῶν μερῶν τὰ ὅλα λέγουσιν. ὅθεν [*](§ 168~adv. dogm. V 2.) [*](§§ 169—171 ~ adv. dogm. V 22—27.) [*](20 inde a τοσαῦτα denuo incipit T (cf. ad p. 145, 1) 21 ἀρκούντως T (sufficienter): : ἀρκοῦντα G 25 <καὶ> περὶ T de) 26/27 ζητήσωμεν LEABT (queramus): ζητήσομεν Μ)

    v.1.p.180
    τὸν σπουδαῖον ὅλον ὄντα ὧς πρὸς τ’ ὁ ἡγεμονικὸν ἑαυτοῦ, ὅπερ ἔφασαν ὠφέλειαν, οὐχ ἕτερον ὠφελείας εἷναι λέγουσιν. ἐντεῦθεν καὶ τριχῶς τὸ ἀγαθόν φασι λέγεσθαι.

    καθ’ ἕνα μὲν γὰρ τρόπον φασὶν εἷναι ἀγαθὸν τὸ ὑφ' οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατόν ἐστι καὶ ἀρετή, καθ’ ἕτερον δὲ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι, ὧς ἡ ἀρετὴ καὶ αἱ κατ’ ἀρετὴν πράξεις, κατὰ τρίτον δὲ τρόπον τὸ οἷόν τε ὠφελεῖν, τοῦτο δὲ καὶ ἀρετὴν εἶναι καὶ <τὴν> κατὰ ἀρετὴνν [*](14a) πρᾶξιν καὶ τὸν σπουδαῖον καὶ τὸν φίλον, θεούς τε καὶ σπουδαίους δαίμονας, ὧς τὸ μὲν δεύτερον σημαινόμενον τοῦ ἀγαθοῦ ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου σημαινομένου, τὸ δὲ τρίτον τοῦ δευτέρου καὶ τοῦ πρώτου.

    τινὲς δέ φασιν (Stoic. fr. III 73 Arn.) ἀγαθὸν εἶναι τὸ δι’ ἑαυτὸ αἱρετόν, ἄλλοι δὲ [*](19a) τὸ συλλαμβάνον πρὸς εὐδαιμονίαν ἢ τὸ συμπληρωτικόν· [*](19b) εὐδαιμονία δέ ἐστιν, ὡς οἱ Στωικοί φασιν, εὔροια βίου.

    Τοιαῦτα μέν τινα εἰς τὴν ἔννοιαν τοῦ ἀγαθοῦ λέγεται.

    εἴτε δὲ τὸ ὠφελοῦν εἴτε τὸ δι’ ἑαυτὸ αἱρετὸν εἴτε τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν ἀγαθόν τις εἶναι λέγοι, οὐχὶ τί ἐστι τὸ ἀγαθὸν παρίστησιν, ἀλλά τι τῶν συμβεβηκότων αὐτῷ λέγει. ὅπερ ἐστὶ μάταιον. ἤτοι γὰρ μόνῳ τῷ ἀγαθῷ συμβέβηκε τὰ προειρημένα ἢ καὶ ἑτέροις. ἀλλ’ εἰ μὲν καὶ ἑτέροις, οὔκ ἐστι χαρακτηριστικὰ τοῦ ἀγαθοῦ κοινοποιούμενα· εἰ δὲ μόνῳ τῷ ἀγαθῷ, οὐκ ἐνδέχεται ἡμᾶς ἀπὸ τούτων νοεῖν τὸ ἀγαθόν·

    ὧς γὰρ ὁ ἀνεννόητος ἵππου οὔτε τὸ χρεμετίζειν τί ἐστιν οἶδεν, οὔτε διὰ τούτου δύναται εἰς ἔννοιαν ἐλθεῖν ἵστιν εἰ μὴ πρότερον πρότερον χρεμετίζοντι ἐντύχοι, οὕτω <καὶ> ὁ διὰ τὸ μὴ εἰδέναι [*](§ 172 ~ adv. dogm. V 30) [*](§§ 173—174 ~ adv. dogm. V 35—39.) [*](10 reputari Τ 14 a τὴν add. Kayser 15 πρᾶξιν EAB: πρᾶξις 19b συλλαμβάνον G: collectivum Τ: συλλαμβανόμενον Bekk. dub. coll. p. 551,25: συμβαλλόμενον Kayser coll. p. 97, 13. 163, 1: fort. συνεργοῦν coll. v. 24 22 τινες — λέγουσι Τ (quidam — dicunt) 24 quod cooperatur T 28/29 habentia communitatem cum aliis Τ 33 οὕτω καὶ Τ (ita et): οὕτως G)

    v.1.p.181
    ἰδ’. ζητῶν τί ἐστιν ἀγαθόν, οὐ δύναται γινώσκειν τὸ ἰδίως αὐτῷ καὶ μόνῳ ὑπάρχον, ἴνα δι’ αὐτοῦ τὸ ἀγαθὸν αὐτὸ νοῆσαι δυνηθῇ. πρότερον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶθ’ οὕτω συνεῖναι ὅτι ὠφελεῖ καὶ ὅτι δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ὅτι εὐδαιμονίας ποιητικόν.

    ὅτι δὲ τὰ προειρημένα συμβεβηκότα οὔκ ἐστιν ἱκανὰ μηνῦσαι τὴν ἐπίνοιαν καὶ τὴν φύσιν τοῦ ἀγαθοῦ, δηλοῦσιν ἔργῳ οἱ δογματικοί. ὡς μὲν γὰρ ὠφελεῖ τὸ ἀγαθὸν καὶ ὅτι αἱρετόν ἐστι, παρὸ καὶ ἀγαθὸν εἴρηται τὸ οἱονεὶ ἀγαστόν (Plat. Cratyl. 412 C), καὶ ὅτι εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἴσως συγχωροῦσιν· ἐρωτώμενοι δί, τί ἐστιν ᾧ ταῦτα συμβίβηκεν, εἰς ἄσπειστον ἐμπίπτουσι πόλεμον, οἱ μὲν ἀρετὴν λέγοντες, οἱ δὲ ἡδονήν, οἱ δὲ ἀλυπίαν, οἱ δὲ ἄλλο τι. καίτοι εἰ ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο τί ἐστι τὸ ἀγαθὸν αὐτό, οὐκ ἂν ἐστασίαζον ὡς ἀγνοουμένης τῆς τούτου φύσεως.

    Οὕτω μὲν οὖν διαφέρονται περὶ τῆς ἐννοίας τοῦ ἀγαθοῦ οἱ δοκιμώτατοι δοκοῦντες εἶναι τῶν δογματικῶν· ὁμοίως δὲ διηνέχθησαν καὶ περὶ τοῦ κακοῦ, λέγοντες (Stoic. fr. III 77 Arn.) κακὸν εἶναι βλάβην ἢ οὐχ ἕτερον βλάβης, [*](20a) οἱ δὲ τὸ δι’ ἑαυτὸ φευκτόν, οἱ δὲ τὸ κακοδαιμονίας ποιητικόν. δι’ ὧν οὐχὶ τὴν οὐσίαν τοῦ κακοῦ, ἀλλά τινα τῶν συμβεβηκότων ’ίσως αὐτῷ φάσκοντες εἰς τὴν προειρημένην ἐμπίπτουσιν ἀπορίαν.

    Τὸ δὲ ἀδιάφορόν φασι (Stoic. fr.III 122 Arn.) λέγεσθαι μὲν τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε [*](25a) ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἶόν ἐστι τὸ ἀρτίους εἶναι τούς ἀστέρας ἢ τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας· καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν ἢ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἶον ἐπὶ δυεῖν τετραδράχμων ἀπαραλλάκτων, ὅταν [*](§ 175 ~ adv. dogm. V 42 — 44 (ex Aenesidemo)) [*](§ 176 ~ adv. dogm. V 40.) [*](§ 177 ~ adv. dogm. V 59—61.) [*](9 ἀγαστὸν Fabr. coll. p. 553,4 (idem Plato): ἀγωγὸν GT (agogon) 12 ἄσπειστον Fabr.: ἄπιστον GT (incredibile) <αὐτοῦ> τούτου Τ (ipsius eius) 19 <οἱ μὲν> λέγ’. Pappenheim)

    v.1.p.182
    δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ [*](29α) γίνεται πρὸς τὸ αἱρεῖσθαι τὸ ἕτερον αὐτῶν, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε· κατὰ τρίτον δὲ τρόπον φασὶν ἀδιάφορον εἷναι τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συμβαλλόμενον, ὧς ὑγίειαν πλοῦτον· ᾧ γὰρ ἔστιν ὁτὲ μὲν εὖ, ὁτὲ δὲ κακῶς χρήσασθαι, τοῦτο ἀδιάφορον εἶναί φασιν, περὶ οὗ μάλιστα ἐν τοῖς ἠθικοῖς διαλαμβάνειν λέγουσιν.

    τίνα μέντοι καὶ περὶ ταύτης τῆς ἐννοίας δεῖ φρονεῖν, δῆλον ἐκ τῶν εἰρημένων ἡμῖν περί τε ἀγαθῶν καὶ κακῶν.

    Oὕτω μὲν οὖν σαφές ἐστιν, ὅτι οὐκ ἐπέστησαν ἡμᾶς τῇ ἐννοίᾳ τῶν προειρημένων ἑκάστου· οὐδὲν δὲ ἀπεικὸς πεπόνθασιν ἐν ἀνυποστάτοις τάχα πράγμασι σφαλλόμενοι. ὅτι γὰρ οὐδὲν τῇ φύσει ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον, ἐντεῦθέν τινες ἐπιλογίζονται.

  • κγ΄ εἰ ἔστι τι φύσει ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον.
  • Τὸ πῦρ φύσει ἀλεαῖνον πᾶσι φαίνεται ἀλεαντικόν, καὶ ἡ χιὼν φύσει ψύχουσα πᾶσι φαίνεται ψυκτική, καὶ πάντα τὰ φύσει κινοῦντα ὁμοίως πάντας κινεῖ τοὺς κατὰ φύσιν, ὧς φασίν, ἔχοντας. οὐδὲν δὲ τῶν λεγομένων ἀγαθῶν πάντας κινεῖ ὡς ἀγαθόν, ὡς ὑπομνήσομεν · οὐκ ἄρα ἔστι φύσει ἀγαθόν. ὅτι δὲ οὐδὲν τῶν λεγομένων ἀγαθῶν πάντας ὁμοίως κινεῖ, δῆλον, φασίν.

    ἵνα γὰρ τοὺς ἰδιώτας παρῶμεν, ὧν οἱ μὲν εὐεξίαν σώματος ἀγαθὸν εἷναι νομίζουσιν, οἱ δὲ τὸ λαγνεύειν, οἱ δὲ τὸ ἀδηφαγεῖν , οἱ δὲ οἰνοφλυγίαν, οἱ δὲ τὸ χρῆσθαι κύβοις, οἱ δὲ πλεονεξίαν, οἱ δὲ καὶ χείρωτινὰ [*](20α) τούτων, αὐτῶν τῶν φιλοσόφων τινὲς μὲν τρία γένη φασὶν εἷναι ἀγαθῶν, ὧς οἱ Περιπατητικοί (Div. Aristot. 1[5])· τούτων γὰρ τὰ μὲν εἷναι ψυχὴν ὧς τἀς ἀρετάς, τὰ δὲ περὶ σῶμα ὧς ὑγίειαν καὶ τὰ ἐοικότα, τὰ δὲ ἐκτὸς ὧς φίλους, πλοῦτον,