Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πυρρωνείων ὑποτυπώσεων.

ἁ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς

β' πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικούς ζητήσεως

γ΄ περὶ κριτηρίου

δ΄ εἰ ἔστι κριτήριον ἀληθείας

ε΄ περὶ τοῦ ὑφ’ οὖ

ς΄ περὶ τοῦ δι’ οὖ

ζ΄ περὶ τοῦ καθ’

η΄ περὶ ἀληθοῦς καὶ ἀληθείας

θ΄ εἰ ἔστι τι φύσει ἀληθές

ι΄ περὶ σημείου

ια΄ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν

ιβ΄ περὶ

ιγ΄ εἰ ἔστιν

ιδ΄ περὶ συλλογισμῶν

ιε΄ περὶ ἐπαγωγῆς

ις΄ περὶ ὅρων

ιζ΄ περὶ

ιη΄ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως

ιθ΄ εἰ διαιρεῖται ὅλον εἰς μέρη

κ΄ περὶ γενῶν καὶ εἰδῶν

κα΄ περὶ κοινῶν συμβεβηκότων

κβ΄ περὶ

ἁ εἰ δύναται ζητεῖν ὁ σκεπτικός περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.

Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς μετήλθομεν, ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συντι [*](5 τι ζητεῖν B II 19/20 συντόμως G: celeriter T)

v.1.p.64
τόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν, πρότερον ἀποκρινάμενοι πρὸς τούς ἀεὶ θρυλοῦντας ὧς μήτε ζητεῖν μήτε νοεῖν ὅλως οἶός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογματιζομένων παρ’ αὐτοῖς.