Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ἤν τε γὰρ διανοίᾳ τινὶ κρίνειν τολμῶμεν, τῆς διαφωνίας μέρει συγκατατιθέμενοι τὸ ζητούμενον συναρπάσομεν· ἤν τε ἑτέρῳ τινί, ψευσόμεθα ὅτι μόνῃ τῇ διανοίᾳ δεῖ κρίνειν τὰ πράγματα.

λοιπὸν ἐκ τῶν περὶ τοῦ κριτηρίου τοῦ ὑφ’ οὗ [λεγομένων] ῥηθέντων §§ 22 — 47) δεικνύναι δυνησόμεθα, ὅτι μήτε τὴν ἀγχινουστέραν τῶν ἄλλων διάνοιαν εὑρεῖν δυνάμεθα, ὅτι τε ἂν εὕρωμεν τῶν τε γεγενημένων καὶ οὐσῶν διανοιῶν ἀγχινουστέραν διάνοιαν, ἐπεὶ ἄδηλόν ἐστιν, εἰ πάλιν ταύτης ἑτέρα ἔσται ἀγχινουστέρα, οὐ δεῖ προσέχειν αὐτῇ,

ὅτι τε κἂν ὑποθώμεθα διάνοιαν ἧς ἐντρεχεστέρα οὐκ ἂν γένοιτο, οὐ συγκαταθησόμεθα τῷ δι’ αὐτῆς κρίνοντι, εὐλαβούμενοι μὴ ψευδῆ τινα λόγον προφερόμενος διὰ τὸ ὀξυτάτης διανοίας μετεσχηκέναι δύναται ἡμᾶς πείθειν ὅτι ἔστιν ἀληθής. οὐκοῦν οὐδὲ τῇ διανοίᾳ μόνῃ δεῖ κρίνειν τὰ πράγματα.

Λείπεται λέγειν ὅτι δι’ ἀμφοτέρων. ὃ πάλιν ἐστὶν ἀδύνατον· οὐ μόνον γὰρ οὐχ ὁδηγοῦσιν αἱ αἰσθήσεις τὴν διάνοιαν πρὸς κατάληψιν, ἀλλὰ καὶ ἐναντιοῦνται αὐτῇ. ἀμέλει γοῦν ἐκ τοῦ τὸ μέλι τοῖσδε μὲν πικρὸν τοῖσδε δὲ γλυκύ φαίνεσθαι [*]( 11 καὶ om. EAB 13 οὔσης i. mg. L 15 λέγουσι EAB 19 τῇ δὲ τοῦδε A (ut etiam Bekk. dubit.) 20 τολμῶμεν MLT (ausi fuerimus): δοκῶμεν EAB 22 fort. ψευσόμεθα <λέγοντες> 23 τοῦ primum om. edd. ΙΙ λεγομένων om. Τ: λεγομένου Bekk., idem Paris. suppl. 133 25 τῶν ἄλλων om. T πάλιν om. T 32 ἔστιν ἀληθής MEABT (quod sit vera): ἀληθής ἐστιν L 2 γὰρ om. EAB)

v.1.p.80
ὁ μὲν Δημόκριτος (A 134 Diels) ἔφη μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, ὁ δὲ Ἡράκλειτος ἀμφότερα. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεών τε καὶ αἰσθητῶν ὁ αὐτὸς λόγος. οὕτως ἀπὸ τῶν αἰσθήσεων ὁρμωμένη ἡ διάνοια διάφορά τε καὶ μαχόμενα ἀποφαίνεσθαι ἀναγκάζεται. τοῦτο δὲ ἀλλότριόν ἐστι κριτηρίου καταληπτικοῦ. εἶτα κἀκεῖνο λεκτέον·

ἤτοι πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς πάντων διανοίαις κρινοῦσι τὰ πράγματα ἢ τισίν. ἀλλ᾿ εἰ μὲν πάσαις λέξει τις, ἀδύνατα ἀξιώσει τοσαύτης μάχης ἐν ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις ἐμφαινομένης, ἄλλως τε καὶ ἐπεὶ τῆς Γοργίου διανοίας ἀπόφασίς ἐστι τὸ μὴ δεῖν μήτε αἰσθήσει μήτε διανοίᾳ προσέχειν, περιτραπήσεται ὁ λόγος. εἰ δὲ τισίν, πῶς κρινοῦσιν ὅτι ταῖσδε μὲν ταῖς αἰσθήσεσι καὶ <τῇδε> τῇ διανοίᾳ προσέχειν δεῖ, ταῖσδε δὲ οὔ, μὴ ἔχοντες κριτήριον ὡμολογημένον, δι᾿ οὗ τὰς διαφόρους αἰσθήσεις τε καὶ διανοίας ἐπικρινοῦσιν;

ἢν δὲ λέγωσιν, ὅτι τὰς αἰσθήσεις καὶ τἀς διανοίας τῇ διανοίᾳ καὶ ταῖς αἰσθήσεσι κρινοῦμεν, <. . . . . . . . . . > τισὶ δὲ μή, τὸ ζητούμενον συναρπάζουσιν· περὶ γὰρ τοῦ εἰ δύναταί τις διὰ τούτων κρίνειν ζητοῦμεν.

εἶτα κἀκεῖνο ῥητέον, ὅτι ἤτοι ταῖς αἰσθήσεσι τάς τε αἰσθήσεις καὶ τὰς διανοίας κρινοῦσιν, ἢ ταῖς διανοίαις τάς τε αἰσθήσεις καὶ τὰς διανοίας, ἢ ταῖς τε αἰσθήσεσι τὰς αἰσθήσεις καὶ ταῖς διανοίαις τὰς διανοίας, ἢ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας, τῇ δὲ διανοίᾳ τὰς αἰσθήσεις. εἰ μὲν οὖν ταῖς αἰσθήσεσιν ἢ τῇ διανοίᾳ ἀμφότερα κρίνειν ἐθελήσουσιν, οὐκέτι δἰ αἰσθήσεως καὶ διανοίας κρινοῦσιν, ἀλλὰ δἰ ἑνὸς τούτων, ὅπερ ἂν ἕλωνται· καὶ παρακολουθήσουσιν αὐτοῖς αἱ ἔμπροσθεν [*](10 καταληπτοῦ EAB 11 διανοίαις Τ (intellectibus) : διαφωνίαις G 13 καὶ <ἐν> edd. 14 διανοίαις MLT (intellectibus): διαφωνίαις EAB 17 τῇδε add. Bekk. ταῖς διανοίαις Kayser 21 κρινοῦμεν LMT (iudicahimus): κρινούμενον EAB || post κρινοῦμεν L hab. spat. 30, Μ 25 lit: ut quibus quoque concedamus, quihusdam vero non Τ, unde sic fere suppleam <ὤστε τισὶ μὲν συγκατατίθεσθαι> 23 τοῦ EAB: τούτου L: τ . . . . . M: de hoc Τ || τούτων T (per hos): τοῦτο G 24 αἰσθήσεις om. EB exp. A 25 κρινοῦσιν Τ (iudicahunt) cf. v. 30: κρίνετε MEAB: κρίνεται L 26 ἢ—27 διανοίαις om. L 26 τε om. EABT 26 τἀς αἰσθήσεις—27 αἰσθήσεσι om. M 30 κρινοῦσιν G: iudicahunt T)

v.1.p.81
εἰρημέναι ἀπορίαι.

εἰ δὲ ταῖς αἰσθήσεσι τἀς αἰσθήσεις καὶ τῇ διανοίᾳ τὰς διανοίας ἐπικρινοῦσιν, ἐπειδὴ μάχονται καὶ αἰσθήσεις αἰσθήσεσι καὶ διάνοιαι διανοίαις, ἥντινα ἂν λάβωσιν ἀπὸ τῶν μαχομένων αἰσθήσεων πρὸς τὴν κρίσιν τῶν ἄλλων αἰσθήσεων, τὸ ζητούμενον συναρπάσουσιν· μέρος γὰρ τῆς διαφωνίας ὧς πιστὸν ἤδη λήψονται πρὸς τὴν τῶν ἐπ’ ἴσης αὐτῷ ζητουμένων ἐπίκρισιν.

ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν διανοιῶν λόγος. εἰ δὲ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας ἐπικρινοῦσι, τῇ διανοίᾳ δὲ τἀς αἰσθήσεις, ὁ διάλληλος εὑρίσκεται τρόπος, καθ’ ὅν, ἴνα μὲν αἱ αἰσθήσεις ἐπικριθῶσι, δεῖ προκεκρίσθαι τἀς διανοίας, ἴνα δὲ αἱ διάνοιαι δοκιμασθῶσι, χρὴ προδιευκρινεῖσθαι τἀς αἰσθήσεις.

ἐπεὶ οὖν μήτε ὑπὸ τῶν ὁμογενῶν τὰ ὁμογενῆ κριτήρια δύναται ἐπικρίνεσθαι μήτε ὑπὸ ἑνὸς γένους ἀμφότερα τὰ γένη μήτε ὑπὸ τῶν ἑτερογενῶν ἐναλλάξ, οὐ δυνησόμεθα προκρίνειν διάνοιαν διανοίας ἢ αἴσθησιν αἰσθήσεως. διὰ δὲ τοῦτο οὐδὲ ἕξομεν διὰ τίνος κρινοῦμεν· εἰ γὰρ μήτε πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις κρίνειν δυνησόμεθα, μήτε εἰσόμεθα ποίαις μὲν δεῖ κρίνειν, ποίαις δὲ μή, οὐχ ἕξομεν δι’ οὗ κρινοῦμεν τὰ πράγματα ὥστε καὶ διὰ ταῦτα ἀνύπαρκτον ἂν εἴη τὸ κριτήριον τὸ δι’ οὗ.

  • ’ς περὶ τοῦ καθ’ ὅ.
  • Ἴδωμεν οὖν ἑξῆς περὶ τοῦ κριτηρίου καθ’ ὃ κρίνεσθαι λέγουσι τὰ πράγματα. πρῶτον τοίνυν ἐκεῖνο ἔστιν εἰπεῖν περὶ αὐτοῦ, ὅτι <......> ἀνεπινόητός ἐστιν ἡ λέγουσι γὰρ (Stoic. fr. I 484 Arn.) φαντασίαν εἶναι τύπωσιν ἐν ἡγεμονικῷ. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγε- [*](§ 70 ~ nu adv. dogm. I 370—379) [*](6 συναρπάζουσι EAB 11 invenietur T 12 τὰς — 13 προδι. om. M 13 προδιευκρινεῖσθαι EAB: προδιακρίνεσθαι L: prius declarari Τ 15 δύνασθαι EAB 23 καθ’ ὃ κριτηρίου EAB 24 τε post εἰπεῖν add. EAB 25 περὶ αὐτοῦ ὅτι ἁ om. L spatio versus (circiter 30 lit.) libero || ἀνεπινόητός (om. ἁ) LT (non intelligibilis) cf. p. 80,17: νοητός post spatium fere lit. vacuum Μ: ἀπερινόητός EAB; lacunam sic fere expleverim: ὅτι <οὐ μόνον ἀκατάληπτος, ἀλλὰ καὶ> coll. p. 61, 19. 248, llsqq. ΙΙ ἐστιν om. Μ)

    v.1.p.82
    μονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος, ὡς φασίν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ’ εἰσοχὴν καὶ ἐξοχήν, ὧς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε κατὰ τὴν τερατολογουμένην ἑτεροιωτικήν· οὐ γὰρ ἂν μνήμην τοσούτων ἀναδέξαιτο θεωρημάτων ὅσα συνίστησι τέχνην, ἐν ταῖς ἐπιγινομέναις ἑτεροιώσεσι τῶν προυποκειμένων ἀπαλειφομένων.

    εἰ μέντοι καὶ ἐπινοηθῆναι δύναιτο ἡ φαντασία, ἀκατάληπτος ἔσται· ἐπεὶ γὰρ πάθος ἐστὶν ἡγεμονικοῦ τὸ δὲ ἡγεμονικὸν οὐ καταλαμβάνεται, ὧς ἐδείξαμεν, οὐδὲ τὸ πάθος αὐτοῦ καταληψόμεθα.

    εἶτα εἰ καὶ δοίημεν, ὅτι καταλαμβάνεται ἡ φαντασία, οὐ δύναται κρίνεσθαι καὶ] κατ’ αὐτὴν τὰ πράγματα· οὐ γὰρ δι’ ἑαυτῆς ἐπιβάλλει τοῖς ἐκτὸς καὶ <δι᾿ αὐτῆς> ἡ διάνοια, ὧς φασίν, ἀλλὰ διὰ τῶν αἰσθήσεων, αἱ δὲ αἰσθήσεις τὰ μὲν ἐκτὸς ὑποκείμενα οὐ καταλαμβάνουσιν, μόνα δέ, εἰ ἄρα, τὰ ἑαυτῶν πάθη. καὶ ἡ φαντασία οὗν τοῦ πάθους τῆς αἰσθήσεως ἔσται, ὅπερ διαφέρει τοῦ ἐκτὸς ὑποκειμένου· οὐ γὰρ τὸ αὐτό ἐστι τὸ μέλι τῷ γλυκάζεσθαί με καὶ τὸ ἀψίνθιον τῷ πικράζεσθαι, ἀλλὰ διαφέρει.

    εἰ δὲ διαφέρει τοῦτο τὸ πάθος τοῦ ἐκτὸς ὑποκειμένου, ἡ φαντασία ἔσται οὐχὶ τοῦ ἐκτὸς ὑποκειμένου, ἀλλ’ ἑτέρου τινὸς διαφέροντος αὐτοῦ. εἰ οὖν κατὰ ταύτην κρίνει ἡ διάνοια, φαύλως κρίνει καὶ οὐ κατὰ τὸ ὑποκείμενον. διόπερ ἄτοπόν ἐστι τὸ κατὰ τὴν φαντασίαν τὰ ἐκτὸς κρίνεσθαι λέγειν.

    ἀλλ’ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι ἡ ψυχὴ καταλαμβάνει διὰ τῶν αἰσθητικῶν παθῶν τὰ ἐκτὸς ὑποκείμενα, (??) διὰ τὸ ὅμοια τὰ πάθη τῶν αἰσθήσεων εἶναι τοῖς ἐκτὸς ὑποκειμένοις. πόθεν γὰρ εἴσεται ἡ διάνοια, εἰ ὅμοιά ἐστι τὰ πάθη τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς, μήτε αὐτὴ τοῖς ἐκτὸς ἐντυγχάνουσα, μήτε τῶν αἰσθήσεων αὐτῇ τὴν φύσιν αὐτῶν δηλουσῶν ἀλλὰ τὰ ἑαυτῶν πάθη, καθάπερ [*](§§ 72—75 ~ adv. dogm. I 354—358.) [*](30 κατὰ del. Arnim, at cf. p. 271, 8. 32 ἐπιγενομέναις AB 5 ὃ L 6 δύνασθαι L || καὶ del. Bekk. 7 δι’ αὐτῆς add. e T (per eam intellectus apprehendit) 13 πικράζεσθαί <με> 14 εἰ δὲ διαφέρει om. EAB 17 φαῦλος 18 ἔσται EAB 20 αἰσθητικῶν — 21 τῶν om. EAB)

    v.1.p.83
    ἐκ τῶν τρόπων τῆς ἐποχῆς ἐπελογισάμην.

    ὥσπερ γὰρ ὁ ἀγνοῶν μὲν Σωκράτην, εἰκόνα δὲ τούτου θεασάμενος οὐκ οἶδεν, εἰ ὁμοία ἐστὶν ἡ εἰκὼν τῷ Σωκράτει, οὕτω καὶ ἡ διάνοια τὰ μὲν πάθη τῶν αἰσθήσεων ἐποπτεύουσα, τὰ δὲ ἐκτὸς μὴ θεωροῦσα, οὐδὲ εἰ ὅμοιά ἐστι τὰ τῶν αἰσθήσεων πάθη τοῖς ἐκτὸς ὑποκειμένοις εἴσεται. οὐδὲ καθ’ ὁμοίωσιν ἄρα δυνήσεται ταῦτα κρίνειν κατὰ τὴν φαντασίαν.

    ἀλλὰ δῶμεν κατὰ συγχώρησιν, πρὸς τῷ ἐπινοεῖσθαι τὴν φαντασίαν καὶ καταλαμβάνεσθαι, ἔτι καὶ ἐπιδεκτικὴν εἶναι τοῦ κρίνεσθαι κατ’ αὐτὴν τὰ πράγματα, καίτοι τοῦ λόγου πᾶν τὸ ἐναντίον ὑπομνήσαντος. οὐκοῦν ἤτοι πάσῃ φαντασίᾳ πιστεύσομεν <καὶ κατ’ αὐτὴν ἤ τινι. ἀλλ’ εἰ μὲν πάσῃ, δῆλον ὅτι καὶ τῇ Ξενιάδου φαντασίᾳ πιστεύσομεν>, καθ’ ἣν ἔλεγε πάσας τὰς ἀπίστους εἶναι, καὶ περιτραπήσεται ὁ λόγος εἰς τὸ μὴ εἶναι πάσας τὰς φαντασίας ὥστε καὶ κατ’ αὐτὰς κρίνεσθαι δύνασθαι τὰ πράγματα.

    εἰ δέ τισιν, πῶς ἐπικρινοῦμεν ὅτι ταῖσδε μὲν ταῖς φαντασίαις πιστεύειν προσήκει, ταῖσδε δὲ ἀπιστεῖν; εἰ μὲν γὰρ ἄνευ φαντασίας, δώσουσιν ὅτι παρέλκει ἡ φαντασία πρὸς τὸ κρίνειν, εἴγε χωρὶς αὐτῆς κρίνεσθαι δύνασθαι τὰ] πράγματά τινα λέξουσιν· εἰ δὲ μετὰ φαντασίας, πῶς λήψονται τὴν φαντασίαν, ἣν παραλαμβάνουσι πρὸς τὴν τῶν ἄλλων φαντασιῶν κρίσιν;

    ἢ πάλιν αὐτοῖς ἄλλης φαντασίας δεήσει πρὸς τὴν κρίσιν τῆς ἑτέρας φαντασίας, καὶ εἰς τὴν ἐκείνης κρίσιν [*](§ 76 ~ adv. dogm. I 388 sqq.) [*](30 οὐδὲ LM: εἰ SsEAB 31 εἴσεται ML: πόθεν γὰρ εἴσεται ἡ διάνοια; αὐτοῖς· EAB 32 τὴν om, EAB 33 xm MT (cum eo quod intelligitur): τὸ LEAB 2 τοῦτο EAB –4 suppL e Τ (aut omni fantasie credemus et secundum ipsam iudicahimus aut alicui, set si omni quidem manifestum est <quia> et fantasie credemus secundum quam dicebat). cf. p. 60, 18. 275, 1. 277, 23. 6 εἷναι <πιστὰς> πάσας Stephanus || καὶ om. Τ, scr. μὴ 11 τά secL τινα deleverat Bekk.): aliquas res Τ 12 πῶς — 14 φαντασίας transp. post 14 δεήσει EAB 15 τῆς ἑτέρας φαντασίας T (secunde fantasie) cf. p. 77,13: τῶν ἄλλων φαντασιῶν G: del. Pappenheim)

    v.1.p.84
    ἄλλης, καὶ εἰς ἄπειρον. ἀδύνατον δὲ ἄπειρα ἐπικρῖναι· ἀδύνατον ἄρα εὑρεῖν, ποίαις μὲν φαντασίαις ὡς κριτηρίοις δεῖ χρῆσθαι, ποίαις δὲ οὐδαμῶς. ἐπεὶ οὖν, κἂν δῶμεν ὅτι κατὰ τὰς φαντασίας δεῖ κρίνειν τὰ πράγματα, ἑκατέρωθεν περιτρέπεται ὁ λόγος, καὶ ἐκ τοῦ πᾶσι πιστεύειν καὶ ἐκ τοῦ τισὶ μὲν πιστεύειν ὧς κριτηρίοις, τισὶ δὲ ἀπιστεῖν, συνάγεται τὸ μὴ δεῖν τὰς φαντασίας πρὸς τὴν κρίσιν τῶν πραγμάτων ὡς κριτήρια παραλαμβάνειν.

    Ταῦτα μὲν ἀρκεῖ νῦν εἰπεῖν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὸ κριτήριον καθ᾿ ὃ κρίνεσθαι τὰ πράγματα ἐλέγετο. εἰδέναι δὲ χρή, ὅτι οὐ πρόκειται ἡμῖν ἀποφήνασθαι, ὅτι ἀνύπαρκτόν ἐστι τὸ κριτήριον [τὸ] τῆς ἀληθείας (τοῦτο γὰρ δογματικόν)· ἀλλ᾿ ἐπεὶ οἱ δογματικοὶ πιθανῶς δοκοῦσι κατεσκευακέναι, ὅτι ἔστι τι κριτήριον ἀληθείας, ἡμεῖς αὐτοῖς πιθανοὺς δοκοῦντας εἶναι λόγους ἀντεθήκαμεν, οὔτε ὅτι ἀληθεῖς εἰσι διαβεβαιούμενοι οὔτε ὅτι πιθανώτεροι τῶν ἐναντίων, ἀλλὰ διὰ τὴν φαινομένην ἴσην πιθανότητα τούτων τε τῶν λόγων καὶ τῶν παρὰ τοῖς δογματικοῖς κειμένων τὴν ἐποχὴν συνάγοντες.

  • η΄ περὶ ἀληθοῦς καὶ ἀληθείας.