Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’. ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι συνημμένον, ὡς εἲγε καθ’ ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ, φῶς δὲ μή, ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι· ὅσον δὲ ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φωτὸς μὴ ὄντος διὰ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνάγεται, ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι, ἴνα δι’ αὐτοῦ πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον.

ἀλλὰ καὶ ἐκ τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά, οἷον ἡμέραν, εἰ τύχοι, καὶ νύκτα, τό τε ἀποφατικὸν τῆς συμπλοκῆς, τὸ ‘οὐχ ἡμέρα ἔστι καὶ νὺξ ἒστι’, καὶ τὸ διεζευγμένον, τὸ ‘ἢτοι ἡμέρα ἔστιν ἢ νὺξ ἒστιν’, ὑγιῆ νομίζοιτο ἂν εἶναι. ἀλλὰ τὸ <μὴ> συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου, λέγοντες ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἀλλὰ μὴν νύξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’· ‘ἤτοι ἡμέρα ἐστιν ἢ νύξ ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’, ἢ ‘οὐχὶ δὲ νύξ ἔστιν· ἡμέρα ἄρα ἒστιν’.

ὅθεν ἡμεῖς πάλιν ἐπιλογιζόμεθα, ὅτι εἰ μὲν πρὸς τὴν βεβαίωσιν τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ χρῄζομεν τοῦ προκατειληφέναι, ὅτι τὰ ἐν αὐτ’ οἷς περιεχόμενα ἀξιώματά ἐστιν ἀσυνύπαρκτα, τὸ δὲ ἀσυνύπαρκτα ταῦτα εἶναι συνάγειν δοκοῦσι διά τε τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ, ὁ δι’ ἀλλήλων εἰσάγεται τρόπος, μὴ δυναμένων ἡμῶν μήτε τοῖς προειρημένοις τροπικοῖς πιστεύειν ἄνευ τοῦ τὸ ἀσυνύπαρκτον τῶν ἐν αὐτοῖς περιεχομένων ἀξιωμάτων καταλαβεῖν, μήτε τὸ ἀσυνύπαρκτον αὐτῶν διαβεβαιοῦσθαι πρὸ τῆς τῶν συλλογισμῶν διὰ τῶν [*](23 ὧς εἴγε G: quodsi vere Τ (fort. ἀλλ’ εἴγε) 25 τὸ Gen. : τῷ GT (m eo quod) 28 χρῄζει T (indiget) : χρῆζον G: χρῄζειν Gen. 1 ἀλλὰ — αὐτὰ om. Τ || μὴ add. Gen. 4 ἤτοι — 5 ἡμέρα ἔστιν om. EABT 7 μὲν πρὸς ΕΑB: πρὸς μὲν MLT (si ad certificationem quidem))

v.1.p.116
τροπικῶν συνερωτήσεως.

διόπερ οὐκ ἔχοντες, πόθεν ἀρξόμεθα τῆς πίστεως διὰ τὸ παλίνδρομον, λέξομεν μήτε τὸν τρίτον μήτε τὸν τέταρτον μήτε τὸν πέμπτον τῶν ἀναποδείκτων ὅσον ἐπὶ τούτοις ὑπόστασιν ἔχειν.

Τοσαῦτα μὲν καὶ περὶ συλλογισμῶν ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι.

  • ἴε περὶ ἐπαγωγῆς.
  • Εὑπαραίτητον δὲ εἶναι νομίζω καὶ τὸν περὶ ἐπαγωγῆς τρόπον. ἐπεὶ γὰρ ἀπὸ τῶν κατὰ μέρος πιστοῦσθαι βούλονται δι’ αὐτῆς τὸ καθόλου, ἤτοι πάντα ἐπιόντες τὰ κατὰ μέρος τοῦτο ποιήσουσιν ἢ τινά. ἀλλ’ εἰ μὲν τινά, ἀβέβαιος ἔσται ἡ ἐπαγωγή, ἐνδεχομένου τοῦ ἐναντιοῦσθαι τῷ καθόλου τινὰ τῶν παραλειπομένων κατὰ μέρος ἐν τῇ ἐπαγωγῇ· εἰ δὲ πάντα, ἀδύνατα μοχθήσουσιν, ἀπείρων ὄντων τῶν κατὰ μέρος καὶ ἀπεριορίστων. ὥσθ’ οὕτως ἑκατέρωθεν, οἶμαι, συμβαίνει σαλεύεσθαι τὴν ἐπαγωγήν.

  • ἲς περὶ ὄρων.
  • ‘Αλλὰ καὶ ἐπὶ τῇ περὶ ὅρων δὴ τεχνολογίᾳ μέγα φρονοῦσιν οἱ δογματικοί, ἣν τῷ λογικῷ μέρει τῆς καλουμένης φιλοσοφίας ἐγκαταλέγουσιν. φέρε οὖν καὶ περὶ ὅρων ὀλίγα ἐπὶ τοῦ παρόντος εἲπωμεν.

    Πρὸς πολλὰ τοίνυν χρησιμεύειν τοὺς ὅρους τῶν δογμα- τικῶν δοκούντων, δύο τὰ ἀνωτάτω κεφάλαια <ἃ>

    πάσης λέγουσιν ἀναγκαιότητος αὐτῶν ἴσως εὑρήσεις· ἢ γὰρ ὧς πρὸς κατάληψιν ἢ ὧς πρὸς διδασκαλίαν ἐν πᾶσι παραδεικνύουσι τοὺς ὅρους ἀναγκαίους. ἐὰν οὖν ὑπομνήσωμεν, ὅτι πρὸς οὐδέτερον τούτων χρησιμεύουσι, περιτρέψομεν, οἶμαι, πᾶσαν τὴν γεγενημένην περὶ αὐτῶν παρὰ τοῖς δογματικοῖς ματαιοπονίαν.

    εὐθέως οὖν, εἰ ὁ μὲν ἀγνοῶν τὸ ὁριστὸν οὐχ οἷός τέ ἐστι τὸ μὴ γινωσκόμενον αὐτῷ ὁρίσασθαι, ὁ δὲ γινύσκων, εἶθ’ ὁριζόμενος οὐκ ἐκ ὅρου τὸ ὁριστὸν κατείληφεν ἀλλ’ ἐπὶ προκατειλημτοῦ [*](18 παλίνδρομον T (propter retrocedentiam) : παλινδρομεῖν G (μεῖν comp. script.) 23/24 καὶ τὸν τῆς ἐπαγωγῆς τρόπον T (et inductionis modum) 4 ἃ add. T (que) 5 post πάσης add. ἧς Gen, 8 χρησιμεύουσι LT (utiles sunt) : χρησιμεύσουσι MEAB)

    v.1.p.117
    μένω τούτῳ τὸν ὅρον ἐπισυντέθεικεν, πρὸς κατάληψιν τῶν πραγμάτων ὁ ὅρος οὐκ ἔστιν ἀναγκαῖος. καὶ γὰρ ἐπεὶ πάντα μὲν ὁρίζεσθαι θέλοντες καθάπαξ οὐδὲν ὁρισόμεθα διὰ τὴν <εἰς> ἄπειρον ἔκπτωσιν, τινὰ δὲ καὶ δίχα τῶν ὅρων ὁμολογοῦντες οὐκ ἀναγκαίους πρὸς κατάληψιν τοὺς ὅρους ἀποφαίνομεν, καθ’ ὅν τρόπον τὰ μὴ ὁρισθέντα κατελήφθη, δυναμένων ἡμῶν πάντα χωρὶς τῶν ὄρων καταλαμβάνειν, ἢ καθάπαξ

    οὐδὲν ὁρισόμεθα διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν] ἢ οὐκ ἀναγκαίους τοὺς ὄρους ἀποφανοῦμεν. διὰ δὲ ταῦτα οὐδὲ πρὸς διδασκαλίαν αὐτοὺς εὕροιμεν ἂν ἀναγκαίους· ὧς γὰρ ὁ πρῶτος τὸ πρᾶγμα γνούς ἔγνω τοῦτο χωρὶς ὅρου, κατὰ τὸ παραπλἠσιον καὶ ὁ διδασκόμενος αὐτὸ δύναται χωρὶς ὅρου διδαχθῆναι.

    ἔτι ἀπὸ τῶν ὁριστῶν ἐπικρίνουσι τούς ὅρους, καί φασι μοχθηροὺς ὅρους εἶναι τοὺς περιέχοντάς τι τῶν μὴ προσόντων τοῖς ὁριστοῖς, ἤτοι πᾶσιν ἢ τισίν. διόπερ ὅταν εἴπῃ τις τὸν ἂμιρωπον εἶναι ζῷον λογικὸν ἀθάνατον ἤ ζῷον λογικὸν θνητὸν γραμματικόν, ὅπου μὲν μηδενὸς ὄντος ἀνθρώπου ἀθανάτου, ὅπου δὲ τινῶν μὴ γραμματικῶν ὄντων, φασὶ μοχθηρὸν εἶναι τὸν ὅρον.

    τάχα δὲ καὶ ἀνεπίκριτοί εἰσιν οἱ ὅροι διὰ τὴν ἀπειρίαν τῶν κατὰ μέρος, ἐξ ὧν ἐπικρίνεσθαι ὀφείλουσιν· εἶτα οὐκ ἂν καταληπτικοί τε καὶ διδακτικοὶ τούτων εἶεν ἐξ ὧν ἐπικρίνονται δηλονότι προεπεγνωσμένων, εἴγε ἄρα, καὶ προκατειλημμένων πῶς δὲ οὐκ ἂν εἴη γελοῖον τὸ λέγειν ὧς οἱ ὅροι χρησιμεύουσι πρὸς λατάξψομ ἢ διδασκαλίαν ἢ σαφήνειαν ὅλως, ἀσάφειαν ἡμῖν ἐπεισκυκλοῦντες τοσαύτην;

    οἶον γοῦν, ἴνα τι καὶ παίξωμεν, εἰ τις παρά του βουλόμενος πυθέσθαι εἰ ἀπήντηται αὐτῷ ἄνθρωπος ἐπὶ ἲππου ὀχούμενος καὶ κύνα ἐφελκόμενος, τὴν ἐρώτησιν οὕτω ποιήσαιτο ‘ὦ [*](16 ὁρισόμεθα MEABT (diffinemus) : ὁριζόμεθα L 17 εἰς add. T (in infinitum) || ἄπορον EAB 19 καθ’ ὃν τρόπον G: quemadmodum enim T 22 secl. Bekk. 21 ἐπικρίνουσι iMEABT (iudicant): ἐπικρινοῦσι L 34 δὲ T (fortassis autem et): μὲν G 2/3 καταληπτοὶ EAB 3 ἐξ T (a quihus nt y. 2): ἐφ’ G 6 χρησιμεύσουσι MEAB cf. ad p. 105, 8. 9 obviavit Τ)

    v.1.p.118
    ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἀπήντητό σοι ζῷον γελαστικὸν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, ζῴῳ θνητῷ χρεμετιστικῷ τὰ σφαιρώματα ἐφηδρακός ἐφελκόμενον ζῷον τετράπουν ὑλαπτικόην;’ πῶς οὐκ ἂν εἴη καταγέλαστος, εἰς ἀφασίαν οὕτω γνωρίμου πράγμαἀν τος ἐμβαλὼν τὸν ἄνθρωπον διὰ τοὺς ὅρους; οὐκοῦν ἂχρηστον εἶναι τὸν ὅρον ὅσον ἐπὶ τούτοις λεκτέον,

    εἲτ’ οὖν λόγος εἷναι λέγοιτο διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμάτων, ὡς δῆλόν γε (οὐ γάρ;) ἐκ τῶν μικρῷ πρόσθεν ἡμῖν εἰρημένων, εἴτε λόγος ὁ τὸ τί ἦν εἷναι δηλῶν, εἴτε ὃ βούλεταί τις. καὶ γὰρ τί ἐστιν ὁ ὅρος βουλόμενοι παριστᾶν εἰς ἀνήνυτον ἐμπίπτουσι διαφωνίαν, ἣν διὰ τὴν προαίρεσιν τῆς γραφῆς παρίημι νῦν, εἴγε καὶ δοκεῖ διατρέπειν τούς ὅρους <ὅσα ἐν τούτοις περὶ τοῦ ἄχρηστον [*](24a) εἶναι τὸν ὅρον ἐλέγομεν>. Τοσαῦτα μὲν καὶ περὶ ὅρων ἀπόχρη μοι νῦν λελέχθαι.

  • ἵζ’ περὶ διαιρέσεως.
  • ‘Επεὶ δέ τινες τῶν δογματικῶν τὴν διαλεκτικὴν εἶναί φασιν ἐπιστήμην συλλογιστικὴν ἐπαγωγικὴν ὁριστικὴν <διαιρετικήν>, διελέχθημεν δὲ ἡμεῖς ἤδη, τοὺς περὶ τοῦ κριτηρίου καὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως λόγους, περί τε συλλογισμῶν καὶ ἐπαγωγῆς καὶ περὶ ὅρων, οὐκ ἄτοπον ἡγούμεθα εἶναι καὶ περὶ διαιρέσεως βραχέα διαλαβεῖν. γίνεσθαι τοίνυν τὴν διαίρεσίν φασι τετραχῶς· ἢ γὰρ ὄνομα εἰς σημαινόμενα διαιρεῖσθαι ἢ ὅλον εἰς μέρη ἢ γένος εἰς εἴδη ἢ εἶδος εἰς τὰ καθ’ ἓκαστον. ὅτι δὲ οὐδενὸς τούτων ἔστιν ἐπιστήμη διαιρετική, ῥᾴδιον ἴσως ἐπελθεῖν. [*](11/12 ἀπήντηται coni. Bekk.: ἀπήντηκεν Kayser coll. p. 495,28: ohviavit Τ (cf. ad v. 9) 15 fors. ἀσάφειαν 16 οὐκοῦν — 1 7 λεκτέον om. Τ 18 creditur Τ 20 ὡς—21 εἰς om. Τ 20 οὐ ML : οὐδὲ EAB 24 εἴγε scripsi (licet videatur Τ) : εἰ G 24 a suppl. T secutus (destiere diffinitiones quantum in hiis inutilem esse diffinitionem dicimus. Tot) 25 ὄρων MEAB: ὅρον L ἐπαγωγικὴν om. Τ 29 διαιρετικήν T (divisivam) : om. G 3 dinvidunt T)

    v.1.p.119
    ἴη περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως.

    Εὐθέως οὖν τἀς ἐπιστήμας τῶν φύσει φασὶν εἶναι, τῶν θέσει δὲ οὐδαμῶς, καὶ εἰκότως. ἡ μὲν γὰρ ἐπιστήμη βέβαιόν τι καὶ ἀμετάπτωτον πρᾶγμα εἶναι θέλει, τὰ ῥᾳδίαν θέσεων, εὐμετάπτωτον τὴν μεταβολήν, ταῖς ἐναλλαγαῖς τῶν θέσεων, αἳ εἰσιν ἐφ’ ἡμῖν, ἑτεροιούμενα. ἐπεὶ οὖν τὰ ὀνόματα θέσει σημαίνει καὶ οὐ φύσει πάντες γὰρ ἂν συνίεσαν πάντα τὰ ὑπὸ τῶν φωνῶν σημαινόμενα, ὁμοίς τε καὶ βάρβαροι, πρὸς τῷ καὶ ἐφ’ ἡμῖν εἶναι τὰ σημαινόμενα οἶς ἂν βουλώμεθα ὁνόμασιν <καὶ> ἀεὶ δηλοῦν τε καὶ σημαίνειν), πῶς ἂν δυνατὸν εἴη διαιρετικὴν ὀνόματος εἰς σημαινόμενα ἐπιστήμην εἶναι; ἢ πῶς ἐπιστήμη σημαινόντων τε καὶ σημαινομένων, ὡς οἴονταί τινες, ἡ διαλεκτικὴ δύναιτ’ ἂν ὑπάρχειν;

  • ἴθ’ περὶ ὅλου καὶ μέρους.
  • Περὶ δὲ ὅλου καὶ μέρους διαλεξόμεθα μὲν καὶ ἐν τοῖς φυσικοῖς δὴ λεγομένοις ΙΙΙ 98 sqq.), ἐπὶ δὲ τοῦ παρόντος περὶ τῆς λεγομένης διαιρέσεως τοῦ ὅλου εἰς τὰ μέρη αὐτοῦ τάδε λεκτέον. ὅταν λέγῃ τις διαιρεῖσθαι τὴν δεκάδα εἰς μονάδα καὶ δύο καὶ τρία καὶ τέσσαρα, οὐ διαιρεῖται εἰς ταῦτα ἡ δεκάς. ἅμα γὰρ τῷ τὸ πρῶτον αὐτῆς ἀρθῆναι μέρος, ἴνα κατὰ συγχώρησιν νῦν τοῦτο δῶμεν, οἷον τὴν μονάδα, οὐκέτι ὑπόκειται ἡ δεκάς, ἀλλ’ ἐννέα καὶ ὅλως ἕτερόν τι παρὰ τὴν δεκάδα.

    ἡ οὖν τῶν λοιπῶν ἀφαίρεσίς τε καὶ διαίρεσις οὐκ ἀπὸ τῆς δεκάδος γίνεται ἀλλ’ ἀπό τινων αλλων, καθ’ ἑκάστην ἀφαίρεσιν ἑτεροιουμένων. τάχα οὖν οὐκ ἐνδέχεται τὸ ὅλον διαιρεῖν εἰς τὰ λεγόμενα εἶναι αὐτοῦ μέρη. καὶ γὰρ εἰ διαιρεῖται τὸ ὅλον εἰς μέρη, φιλεῖ τὰ μέρη ἐμπεριέχεσθαι τῷ ὅλῳ πρὸ τῆς διαιρέσεως, οὐ περιέχεται δὲ ἴσως. οἶον γοῦν, ἴνα ἐπὶ τῆς δεκάδος στἠσωμεν πάλιν τὸν λόγον, τῆς δεκάδος μέρος φασὶ πάντως εἷναι τὰ ἐννέα· διαιρεῖται γὰρ εἰς ‘ὲν καὶ ἐννέα. ἀλλὰ καὶ [*](15 καὶ add. Τ (et semper diversis) 23 μονάδα T (in unum ut V. 26): μίαν G 31 εἶναι om. Τ cf. v. 22 3 γὰρ T (enim): οὖν G (quod v. 6 igitur T): γοῦν Bekk.)

    v.1.p.120
    τὰ ὀκτὼ ὁμοίως· διαιρεῖται γὰρ εἰς ὀκτὼ καὶ δύο. καὶ τὰ ἑπτὰ ὁμοίως καὶ ἓξ καὶ πέντε καὶ τέσσαρα καὶ τρία καὶ δύο καὶ ἔν.

    εἰ οὖν ταῦτα πάντα ἐν τῇ δεκάδι περιέχεται καὶ συντιθέμενα μετ’ αὐτῆς πεντεκαιπεντήκοντα γίνεται, ἐν τοῖς δέκα περιέχεται πεντεκαιπεντήκοντα· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε περιέχεται ἐν τῇ δεκάδι τὰ λεγόμενα αὐτῆς εἶναι μέρη, οὔτε ἡ δεκὰς εἰς ἐκεῖνα διαιρεῖσθαι δύναται ὡς ὅλον εἰς μέρη, ἃ μηδὲ ὅλως ἐν αὐτῇ θεωρεῖται.

    τὰ δὲ αὐτὰ ἀπαντήσεται καὶ ἐπὶ τῶν μεγεθῶν, ὅταν τὸ δεκάπηχυ μέγεθος, εἰ τύχοι, διαιρεῖν ἐθέλοι τις. οὐκ ἐνδέχεται οὖν ’ίσως διαιρεῖν οὐδὲ ὅλον εἰς μέρη.

  • κ’ περὶ γενῶν καὶ εἰδῶν.
  • Οὐκοῦν ὁ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ὑπολείπεται λόγος, περὶ οὗ πλατύτερον μὲν ἐν ἄλλοις διαλεξόμεθα (cf. p. XXVII), ὧς ἐν συντόμῳ δὲ νῦν ταῦτα λέξομεν. εἰ μὲν ἐννοήματα εἶναι τὰ γένη καὶ τὰ εἴδη λέγουσιν, αἱ κατὰ τοῦ ἡγεμονικοῦ καὶ τῆς φαντασίας ἐπιχειρήσεις αὐτούς διατρέπουσιν· εἰ δὲ ἰδίαν ὑπόστασιν αὐτοῖς ἀπολείπουσιν, τί πρὸς τοῦτο ἐροῦσιν;