Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

καὶ ἄλλως, ἴνα ἡ γενομένη περὶ τοῦ κριτηρίου διαφωνία ἐπικριθῇ, δεῖ κριτήριον ἡμᾶς ἔχειν ὡμολογημένον, δι’ οὗ δυνησόμεθα κρίνειν αὐτήν· καὶ ἴνα κριτήριον ὁμολογούμενον ἔχωμεν, δεῖ πρότερον ἐπικριθῆναι τὴν περὶ τοῦ κριτηρίου διαφωνίαν. οὕτω δὲ εἰς τὸν διάλληλον ἐμπίπτοντος τρόπον τοῦ λόγου, ἄπορος ἡ εὕρεσις τοῦ κριτηρίου γίνεται, μήτε ἐξ ὑποθέσεως ἡμῶν ἐώντων αὐτούς κριτήριον λαμβάνειν, ἐάν τε κριτη- [*](§ 18 ~ adv. dogm. I 48–53.) [*](8 οἶον post τριχῶς add, Τ (videlicet) 8/9 οἷον transp. ante ἄνθρωπος T (ut homo) 15 διαφωνίας T (a dissonantia): ἀληθείας G cf. p. 37, 6 sqq., quam methodum sequitur in sequentibus Sextus 18 ἄλλοι τινὲς καὶ EAB 21 ἐπέδχομεν Kayser: hesitamus Τ: ἐπίσχωμεν G 23 εἷναι om. T 24 ἐπικριτὴν T (iudicahilem) cf. p. 37, 33 sqq, 63, 25; ἐπικρίνεται G 25 μηδ’ L 33 κριτηρίου λαμβάνειν L)

v.1.p.69
ῥίῳ τὸ κριτήριον κρίνειν ἐθέλωσιν, εἰς ἀπειρίαν αὐτοὺς ἐκβαλλόντων. ἀλλὰ καί, ἐπεὶ ἡ μὲν ἀπόδειξις δεῖται κρι- τηρίου ἀποδεδειγμένου, τὸ δὲ κριτήριον ἀποδείξεως κεκριμένης, εἰς τὸν διάλληλον ἐκβάλλονται τρόπον.

Οἰόμενοι οὖν ἱκανὰ καὶ ταῦτα εἶναι δεικνύναι τὴν τῶν δογματικῶν προπέτειαν κατὰ τὸν περὶ τοῦ κριτηρίου λόγον, ἴνα καὶ ποικίλως αὐτούς ἐλέγχειν ἔχωμεν, οὐκ ἄτοπον προσκαρτερῆσαι τῷ τόπῳ. οὐ μὴν ἑκάστῃ τῶν περὶ κριτηρίου δοξῶν ἁμιλληθῆναι προαιρούμεθα εἰδικῶς (ἀμύθητος γὰρ ἡ διαφωνία γέγονεν, καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται), ἀλλ’ ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ, τό τε ὑφ’ οὐ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, ἕκαστον τούτων ἐπελθόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν· οὕτω γὰρ ἐμμέθοδος ἄμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ’ οὗ· δοκεῖ γάρ πως συναπορεῖσθαι τούτω καὶ τὰ λοιπά.

  • ε΄ περὶ τοῦ ὑφ’ οὗ.
  • Ὁ ἄνθρωπος τοίνυν δοκεῖ μοι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, οὐ μόνον ἀκατάληπτος, ἀλλὰ καὶ ἀνεπινόητος εἶναι. ἀκούομεν γοῦν τοῦ παρὰ Πλάτωνι Σωκράτους (Phaedr. p. 230 a) διαρρήδην ὁμολογοῦντος μὴ εἰδέναι, πότερον ἄνθρωπός ἐστιν ἢ ἕτερόν τι. παριστάναι τε βουλόμενοι τὴν ἔννοιαν αὐτοῦ πρῶτον μὲν διαφωνοῦσιν, εἶτα καὶ ἀσύνετα λέγουσιν.

    ὁ μὲν γὰρ Δημόκριτός (B 165 Diels) φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάντες ἴσμεν. ὅσον δ’ ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρωπον, ἐπεὶ καὶ κύνα ἴσμεν, καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν· διὸ οὐκ ἔσονται ἄνθρωποι. μᾶλλον δέ, ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ, οὐδεὶς [*](§§ 22—28 ~ adv. dogm. I) [*](1 ἄπορον Kayser 2 nohis eicientibus T 9 εἰδικῶς Gen.: ἰδικῶς G: specialiter Τ 15 ἐμμέθ.: artificialis Τ 19 ὑπὸ Τ a[d] dogmaticis): ἀπὸ G 20 ἀκούωμεν L || γοῦν τοῦ LEAB: γὰρ τοῦτο M 26 ἴσμεν G: ἴδμεν p. 248,26.)

    v.1.p.70
    ἔσται ἄνθρωπος· εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γινώσκεσθαι τὸν ἄνθρωπον, οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες ἄνθρωποι, ἔσται κατ’ αὐτὸν ἄνθρωπος.

    καὶ ὅτι ταῦτα οὐ σοφιζόμενοι λέγομεν, ἐκ τῆς πρὸς αὐτὸν ἀκολουθίας φαίνεται. μόνα γὰρ κατ’ ἀλήθειαν ὑπάρχειν φησὶν ὁ ἀνὴρ (B 125 Diels) τὰ ἄτομα καὶ τὸ κενόν, ἅπερ φησὶν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ πᾶσι τοῖς συγκρίμασιν ὑπάρχειν, ὥστε ὅσον μὲν ἐπὶ τούτοις οὐκ ἐπινοήσομεν τὴν τοῦ ἀνθρώπου ἰδιότητα, ἐπειδὴ κοινὰ πάντων ἐστίν. ἀλλ’ οὐδὲ ἄλλο τι ὑπόκειται παρὰ ταῦτα· οὐκ ἄρα ἕξομεν δι’ οὗ τὸν ἄνθρωπον διακρῖναί τε ἀπὸ τῶν ἄλλων ζῴων καὶ εἰλικρινῶς νοῆσαι δυνησόμεθα.

    ὁ δ’ Ἐπίκουρός (fr. 310 Us.) φησιν ἄνθρωπον εἶναι τὸ τοιουτονὶ μόρφωμα μετὰ ἐμψυχίας. καὶ κατὰ τοῦτον δέ, ἐπεὶ ὁ ἄνθρωπος δείξει ἐμφανίζεται, ὁ μὴ δεικνύμενος οὐκ ἔστιν ἄνθρωπος, καὶ εἰ μὲν γυναῖκα δείκνυσί τις, ὁ ἀνὴρ οὐκ ἔσται ἄνθρωπος, εἰ δὲ ἄνδρα, ἡ γυνὴ ἄνθρωπος οὐκ ἔσται. τὰ δὲ αὐτὰ ἐπιχειρήσομεν καὶ ἀπὸ τῆς διαφορᾶς τῶν περιστάσεων ἃς ἴσμεν ἐκ τοῦ τετάρτου τρόπου τῆς ἐποχῆς (1100—117).

    ἄλλοι <δὲ> (cf. Aristot. Top. 133b2) ἔφασκον εἶναι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἐπεὶ οὖν δείκνυται ἐν τῷ πρώτῳ τῆς ἐποχῆς τρόπῳ (I 40—78), ὅτι οὐδέν ἐστι ζῷον ἄλογον, ἀλλὰ καὶ νοῦ ἐπιστήμης δεκτικά ἐστι πάντα ὅσον ἐπὶ τοῖς ὐπ’ αὐτῶν λεγομένοις, οὐ γνωσόμεθα, τί ποτε λέγουσιν.

    τά τε κείμενα ἐν τῷ ὅρῳ συμβεβηκότα ἤτοι κατ’ ἐνέργειαν λέγουσιν ἢ δυνάμει. εἰ μὲν οὖν κατ’ ἐνέργειαν, οὐκ ἔστιν ἄνθρωπος ὁ μὴ ἐπιστήμην ἤδη τελείαν ἀνειληφὼς καὶ ἐν τῷ λόγῳ τέλειος ὢν καὶ ἐν αὐτῷ τῷ ἀποθνῄσκειν καθεστώς· τοῦτο γὰρ τὸ ἐνεργείᾳ θνητόν ἐστιν. εἰ δὲ δυνάμει, οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ [*](apud ipsum Τ (= παρ’ αὐτῷ?) at cf p. 82, 27. 6 παρὰ ML: περὶ EABT (circa) 8 ἐπινοῆσαι? 9 τοιουτονὶ scr. coU. p. 249,4: τοιοῦτοί· Gr 11 ἔσται? 12 μὲν om. M 16 δὲ addidi 20 addain τῶν δογματικῶν post αὐτῶν 24 ἀνειληφὼς Pappenheim coll. p. 62, 27. 167,24: ἀπειληφὼς G: qui accepit T (cf. ad v. 27/28))

    v.1.p.71
    τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνειληφώς· καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ ’ ravrrj ccqcc ἀσύστατος Ttecprjvev tj iTtlvoia rov ἀνθρώπου.

    ὁ γὰρ Πλάτων ([Pkati] Def. p. 415 a), ἄπτερον orav aTtocpaivrjraL τὸν ἄνθρωπον εἶναι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, οὐδὲ ἀξιοῖ διαβεβαιωτικῶς τοῦτο ἐκτίθεσθαι· εἰ γὰρ καὶ ὁ ἄνθρωπος ἕν τί ἐστι τῶν κατ' αὐτὸν γινομένων μέν, ὄντως δὲ οὐδέποιε ὄντων, ἀδύνατον δὲ περὶ τῶν μηδέποτε ὄντων διαβεβαιωτικῶς ἀποφαίνεσθαι κατ’ αὐτόν, οὐδὲ ὁ Πλάτων’ ἀξιώσει τὸν ὅρον ἐκτίθεσθαι δοκεῖν ὡς διαβεβαιούμενος, ἀλλ' ὥσπερ εἴωθεν κατὰ τὸ πιθανὸν λέγων.

    Εἰ μέντοι καὶ δοίημεν κατὰ συγχώρησιν, ὅτι ἐπινοεῖσθαι δύναται ὁ ἄνθρωπος, ἀκατάληπτος εὑρεθήσεται. συνέστηκε μὲν γὰρ ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ τὸ σῶμα καταλαμβάνεται τάχα οὔτε ἡ ψυχή· οὐδὲ ὁ ἄνθρωπος ἄρα.

    καὶ ὅτι μὲν τὸ σῶμα οὐ καταλαμβάνεται, δῆλον ἐντεῦθεν· τὰ συμβεβηκότα τινὶ ἕτερά ἐστιν ἐκείνου ᾧ συμβέβηκεν. ὅταν οὖν χρῶμα ἤ τι παραπλήσιον ἡμῖν ὑποπίπτῃ τὰ συμβεβηκότα τῷ σώματι εἰκὸς ἡμῖν ὑποπίπτειν, ἀλλ’ οὐκ αὐτὸ τὸ σῶμα. τό γέ τοι σῶμα τριχῇ διαστατὸν εἷναι λέγουσιν· ὀφείλομεν οὖν τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος καταλαμβάνειν, ἴνα τὸ σῶμα καταλάβωμεν. εἰ γὰρ τοῦτο ἡμῖν ὑπέπιπτεν, ἐγινώσκομεν ἂν καὶ τὰ ὑπάργυρα χρυσία. οὐδὲ τὸ σῶμα ἄρα.

    ἴνα δὲ καὶ τὴν περὶ τοῦ σώματος ἀμφισβήτησιν παρῶμεν, πάλιν ὁ ἄνθρωπος εὑρίσκεται ἀκατάληπτος διὰ τὸ ἀκατάληπτον εἷναι τὴν ψυχήν. ὅτι δὲ ἀκατάληπτός ἐστιν αὕτη, δῆλον ἐντεῦθεν· τῶν περὶ ψυχῆς διαλαβόντων, ἴνα τὴν πολλὴν καὶ ἀνήνυτον [*](§§ 29—33 ~ adv. dogm. I 283—313.) [*](27 ἔχων τέλειον LT (qui rationem habet perfectam): τέλειον ἔχων M: ἔχων om EAB 27/28 qui accepit T 28 καὶ del. Bekk. 29 a ἀποφαίνηται Τ (assignat): ἀξιοῖ G 31 πολιτικῆς: τῆς κατὰγους 32 ἀ§ιοῖ G: vultT 12 τό τε τοι vel τὸ μέντοι Pappenlieim (corpus autem Τ) 14 post καταλάβωμεν Kayser add. <οὐδέ γε τὸ βάθος καταλαμβάνομεν>, 15 ταῦτα vel ταῦτα πάντα pro τοῦτο 19 ἐντεῦθεν om. EAB)

    v.1.p.72
    μάχην παραλίπωμεν, οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον (fr.63 Müller), οἱ δὲ εἷναι, οἱ δὲ ἐπέσχον.

    ταύτην οὖν τὴν διαφωνίαν εἰ μὲν ἀνεπίκριτον εἶναι λέξουσιν οἱ δογματικοί, δώσουσιν αὐτόθεν τὴν τῆς ψυχῆς ἀκαταληψίαν, εἰ δὲ έπικριτήν, τίνι ἐπικρινοῦσιν αὐτὴν εἰπάτωσαν. αἰσθήσει μὲν γὰρ οὐ δύνανται διὰ τὸ νοητὴν ὐπ’ αὐτῶν εἶναι λέγεσθαι· εἰ δὲ λέξουσιν ὅτι διανοίᾳ, ἐροῦμεν ὅτι, ἐπεὶ τῆς ψυχῆς τὸ ἀδηλότατόν ἐστιν ἡ διάνοια, ὧς δεικνύουσιν οἱ περὶ μὲν τῆς ὑπάρξεως τῆς ψυχῆς ὁμοφωνοῦντες, περὶ δὲ τῆς διανοίας διαφερόμενοι, εἰ τῇ

    διανοίᾳ τὴν ψυχὴν ἐθέλουσι καταλαμβάνειν καὶ τὴν περὶ αὐτῆς διαφωνίαν ἐπικρίνειν, τῷ μᾶλλον ζητουμένῳ τὸ ἧττον ζητούμενον ἐπικρίνειν τε καὶ βεβαιοῦν ἐθελήσουσιν, ὅπερ ἄτοπον. οὐδὲ τῇ διανοίᾳ τοίνυν ἐπικριθήσεται ἡ περὶ τῆς ψυχῆς διαφωνία. οὐδενὶ ἄρα. εἰ δὲ τοῦτο, καὶ ἀκατάληπτός ἐστιν. ὅθεν οὐδὲ ὁ ἄνθρωπος καταλαμρανοιτ ἀν’.

    Ἵνα δὲ καὶ δῶμεν, ὅτι καταλαμβάνεται ὁ ἄνθρωπος, μήποτε οὐκ <ἂν> ἐνδέχοιτο δεῖξαι, ὅτι ὐπ’ αὐτοῦ δεῖ τὰ πράγματα. ὁ γὰρ λέγων, ὅτι ὐπ’ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἤτοι ἄνευ ἀποδείξεως τοῦτο λέξει ἢ μετὰ ἀποδείξεως. οὔτε δὲ μετὰ ἀποδείξεως· δεῖ γὰρ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι καὶ κεκριμένην, διὰ δὲ τοῦτο καὶ ὑπό τινος κεκριμένην. ἐπεὶ οὖν οὐκ ἔχομεν εἰπεῖν ὁμολογουμένως, ὑφ’ οὗ κριθῆναι δυνήσεται αὐτὴ ἡ ἀπόδειξις (ζητοῦμεν γὰρ τὸ κριτήριον τὸ ὑφ’ οὗ), οὐ δυνησόμεθα τὴν ἀπόδειξιν ἐπικρίνειν, διὰ δὲ τοῦτο οὐδὲ τὸ κριτήριον, περὶ οὗ ὁ λόγος, ἀποδεικνύναι.

    εἰ δὲ ἀναποδείκτως λεχθήσεται, ὅτι ὑπὸ τοῦ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἄπιστον ἔσται, ὥστε οὐχ ἕξομεν διαβεβαιοῦσθαι, ὅτι τὸ ὑφ’ οὖ κριτήριόν ἐστιν ὁ ἄνθρωπος. ὑπὸ τίνος δὲ καὶ[*](§§ 34—36 cf. adv. dogm. I 314—316.) [*](21 τὴν om. Μ 22 μεσήνιον messanensem T 31 τὴν post καὶ om. EAB 6 ἂν add. Bekk. 10 καὶ post τοῦτο om. Τ 15 περὶ MLT (de quo est sermo): <τὸ> <τὸ ὑφ᾿ οὗ> λεχθήσεται MLT (dicetur): ἐλεχθήσεται EB: ἐλεγχθήσεται 16 κρίνεσθαι MEAB: κριθῆναι L 18 et 19 ὁ om. EAB)

    v.1.p.73
    κριθήσεται, ὅτι τὸ ὑφ’ οὗ κριτήριον ὁ ἄνθρωπός ἐστιν; οὐ γὰρ δὴ ἀκρίτως τοῦτο λέγοντες πιστευθήσονται. ἀλλ’ εἰ μὲν ὐπ’ ἀνθρώπου, τὸ ζητούμενον συναρπασθήσεται.

    εἰ δ’ ὑπὸ ἑτέρου ζῴου, πῶς ἐκεῖνο πρὸς τὴν κρίσιν τοῦ ἄνθρωπον εἶναι τὸ κριτήριον παραλαμβάνεται; εἰ μὲν γὰρ ἀκρίτως, οὐ πιστευθήσεται, εἰ δὲ μετὰ κρίσεως, πάλιν ἐκεῖνο ὑπό τινος ὀφείλει κριθῆναι. ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτοῦ, μένει ἡ αὐτὴ ἀτοπία τὸ ζητούμενον γὰρ διὰ τοῦ ζητουμένου κριθήεται)· εἰ δὲ ὑπὸ ἀνθρώπου, ὁ διάλληλος εἰσάγεται τρόπος· εἰ δὲ ὑπό τινος παρὰ ταῦτα ἄλλου, πάλιν ἐκείνου τὸ κριτήριον ἀπαιτήσομεν τὸ ὑφ' οὗ, καὶ μέχρις ἀπείρου. καὶ διὰ τοῦτο ἄρα οὐχ ἕξομεν λέγειν, ὧς ὑπὸ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα.

    Ἔστω δὲ καὶ πεπιστώσθω τὸ δεῖν ὑπὸ τοῦ ἀνθρώπου κρίνεσθαι τὰ πράγματα. οὐκοῦν, ἐπεὶ πολλὴ τῶν ἀνθρώπων πων ἐστὶ διαφορά, πρότερον οἱ δογματικοὶ συμφωνησάτωσαν, ὅτι τῷδε τῷ ἀνθρώπῳ δεῖ προσέχειν, εἶθ’ οὕτω καὶ ἡμᾶς αὐτῷ συγκατατίθεσθαι κελευέτωσαν. εἰ δ’ (Plat.Phaedr. p. 264 d. Herodot. vit. Homeri 11)

    ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ — τοῦτο δὴ τὸ τοῦ λόγου — περὶ αὐτοῦ διαφωνήσουσιν, πῶς ἡμᾶς ἐπείγουσι προπετῶς τινι συγκατατίθεσθαι;

    ἢν γὰρ καὶ λέγωσιν ὅτι τῷ σοφῷ πιστευτέον, ἐρωτήσομεν αὐτούς, ποίῳ σοφῷ. πότερον τῷ κατὰ Ἐπίκουρον ἢ τῷ κατὰ τούς Στωικοὺς ἢ <τῷ Κυρηναικῷ ἢ> τῷ Κυνικῷ; οὐχ ἕξουσι εἰπεῖν.

    εἰ δὲ ἀξιώσει τις ἡμᾶς τῆς περὶ τοῦ σοφοῦ ζητήσεως ἀποστάντας ἁπλῶς τῷ συνετωτέρῳ τῶν ὄντων ἁπάντων πιστεύειν, πρῶτον μὲν καὶ περὶ τοῦ τίς συνετώτερός ἐστι τῶν ἄλλων διαφωνήσουσιν , εἶτα κἂν δοθῇ συμφώνως δύ- [*](§ 39—42 no adv. dogm. I 320—326.) [*](24 ἐκεῖνο MLT (illud): ἐκεῖνο πρὸς τὴν κρίσιν EAB 29 τὸ ὑφ’ οὖ fort. del. 32 πεπιστώσθω MEAB: πεπιστεύσθω LT (credatur) 1/2 φιλοσοφήτωσαν EAB 3 αὐτῷ om. T ΙΙ συγκατατίθεσθαι scripsi coU. vv. 6. 31. p. 66, 11: consentire T: θέσθαι G 7 ἐρωτήσωμεν L 9 add. T (aut cirinaico vel cunico) || L 11 ὄντων G: ἀνθρώπων Kayser : malim addere <καὶ γεγονότων> colL v. 14 et 18. 13 δοθῇ Bekk.: concedatur T: δοίη G)

    v.1.p.74
    νᾶσθαι ληφθῆναι, τίς ἐστι τῶν τε ὄντων καὶ τῶν γεγονότων συνετώτερος, οὐδ’ οὕτως ἔσται πίστεως οὗτος ἄξιος.