Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

πάλιν δὲ τῶν ἀληθῶν λόγων οἱ μέν εἰσιν ἀποδεικτικοὶ, οἱ δ’ οὐκ ἀποδεικτικοί, καὶ ἀποδεικτικοὶ μὲν οἱ διὰ προδήλων ἄδηλόν τι συνάγοντες, οὐκ ἀποδεικτικοὶ δὲ οἱ μὴ οἷον ὁ μὲν τοιοῦτος λόγος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν' οὐκ ἔστιν ἀποδεικτικός· τὸ γὰρ φῶς εἶναι, ὅπερ ἐστὶν αὐτοῦ συμπέρασμα, πρόδηλόν ἐστιν. ὁ δὲ τοιοῦτος ‘εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ πόροι· ἀλλὰ μὴν ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας· εἰσὶν ἄρα νοητοὶ πόροι' ἀποδεικτικός ἐστι, τὸ συμπέρασμα ἔχων ἄδηλον, τὸ ‘εἰσὶν ἄρα νοητοὶ πόροι'.

τῶν δὲ ἄδηλόν τι συναγόντων οἱ μὲν ἐφοδευτικῶς μόνον ἄγουσίν ἡμᾶς διὰ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα, οἱ δὲ ἐφοδευτικῶς ἅμα καὶ ἐκκαλυπτικῶς. οἶον ἐφοδευτικῶς μὲν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἶός ἐστιν ὁ τοιοῦτος ‘εἰ τίς σοι εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεός δείκνυμι δὲ καθ’ ὑλόθεσιν τὸν Δία) εἶπέ σοι ὅτι πλουτήσει οὗτος· πλουτήσει ἄρα οὗτος'· συγκατατιθέμεθα γὰρ τῷ συμπεράσματι οὐχ οὕτως διὰ τὴν τῶν λημμάτων ἀνάγκην ὡς πιστεύοντες τῇ τοῦ θεοῦ ἀποφάσει.

οἱ δὲ οὐ μόνον ἐφοδευτικῶς ἀλλὰ καὶ ἐκκαλυπτικῶς ἄγουσιν ἡμᾶς ἐπὶ τὸ συμπέρασμα, ὧς ὁ τοιοῦτος ‘εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ πόροι. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ δεύτερον ἄρα·' τὸ γὰρ ῥεῖν τούς ἱδρῶτας ἐκκα- [*](§§ 140—143 ~ adv. dogm. II 305—310.) [*](19 εἰ secl. Riistow || καὶ εἰ νύξ EABT (et si): καὶ ἡ νύξ ML 20 add. Riistow 21 τὸ <εἰ> νὺξ T (et n. est) n. est) 7 post Fabr. add. θεῶν coll. p. 355, 16, ubi delendum 11 τὴν om. M)

v.1.p.100
λυπτικόν ἐστι τοῦ πόρους εἶναι, διὰ τὸ προειλῆφθαι ὅτι διὰ ναστοῦ σώματος ὑγρὸν οὐ δύναται φέρεσθαι.

ἡ οὖν ἀπόδειξις καὶ λόγος εἶναι ὀφείλει καὶ συνακτικὸς καὶ ἄλη θὴς καὶ ἄδηλον ἔχων συμπέρασμα καὶ] ἐκκαλυπτόμενον ὑπὸ τῆς δυνάμεως τῶν λημμάτων, καὶ διὰ τοῦτο εἶναι λέγεται ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. διὰ τούτων μὲν οὖν σαφηνίζειν εἰώθασι τὴν ἔννοιαν τῆς ἀποδείξεως.

ιγ΄ εἰ ἔστιν

ὅτι δὲ ἀνύπαρκτός ἐστιν ἡ ἀπόδειξις, ἀπ’ αὐτῶν ὧν λέγουσιν ἐπιλογίζεσθαι δυνατόν, ἕκαστον τῶν περιεχομένων ἐν τῇ ἐννοίᾳ διατρέποντα. οἷον γοῦν ὁ λόγος σύγκειται ἐξ ἀξιωμάτων, τὰ δὲ σύνθετα πράγματα οὐ δύναται ὑπάρχειν, ἐὰν μὴ τὰ ἐξ ὧν συνέστηκεν ἀλλήλοις συνυπάρχῃ, ὡς πρόδηλον ἀπὸ κλίνης καὶ τῶν παραπλησίων, τὰ δὲ μέρη τοῦ λόγου ἀλλήλοις οὐ συνυπάρχει. ὅτε γὰρ λέγομεν τὸ πρῶτον λῆμμα, οὐδέπω ὑπάρχει οὔτε τὸ ἕτερον λῆμμα οὔτε ἡ ἐπιφορά· ὅτε δὲ τὸ δεύτερόν φαμεν, τὸ μὲν πρότερον λῆμμα οὐκέτι ὑπάρχει, ἡ δὲ ἐπιφορὰ οὐδέπω ἔστιν· ὅτε δὲ τὴν ἐπιφορὰν προφερόμεθα, τὰ λήμματα αὐτῆς οὐκέτι ὑφέστηκεν. οὐ συνυπάρχει ἄρα ἀλλή- λοις τὰ μέρη τοῦ λόγου· ὅθεν οὐδὲ ὁ λόγος ὑπάρχειν δόξει.

χωρὶς δὲ τούτων ὁ συνακτικὸς λόγος ἀκατάληπτός ἐστιν· εἰ γὰρ οὗτος κρίνεται ἀπὸ τῆς τοῦ συνημμένου ἀκολουθίας, ἡ δὲ κατὰ τὸ συνημμένον ἀκολουθία ἀνεπικρίτως διαπεφώνηται καὶ ἔστιν ἴσως ἀκατάληπτος, ὡς ἐν τῷ περἲ σημείου λόγῳ §§ 110 — 114) ὑπεμνήσαμεν, καὶ ὁ συνακτικὸς λόγος ἀκατάληπτος ἔσται.

οἴ γε μὴν διαλεκτικοί φασιν ἀσύνακτον λόγον γίγνεσθαι ἤτοι παρὰ διάρτησιν ἢ παρὰ ἔλλειψιν ἢ παρὰ τὸ κατὰ μοχθηρὸν ἠρωτῆσθαι σχῆμα ἢ κατὰ παρολκήν. οἷον κατὰ διάρτησιν μὲν, ὅταν μὴ ἔχῃ τὰ λήμματα ἀκολουθίαν πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν, ὡς ὁ τοιοῦτος ‘εἰ ἡμέρα [*](14 a) [*](§ 144 cf. ’ξ ) [*](§§ 146—150 ~ adv. dogm. II 429—434.) [*](20 καὶ del. Kayeer, om (??) φηνίζων EAB)

v.1.p.101
ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται·

Δίων ἄρα περιπατεὶ'. παρὰ δὲ παρολκήν, ὅταν εὑρίσκηται λῆμμα παρέλκον πρὸς τὴν τοῦ λόγου συναγωγήν, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ Δίων περιπατεῖ· φῶς ἄρα ἔστιν'. παρὰ δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι, ὅταν μὴ ᾖ σχῆμα τοῦ λόγου συνακτικόν, οἶον ὄντων συλλογιστικῶν, ὡς φασί, τούτων ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν', ‘εἰ ἡμέρα ἔστι, <φῶς ἔστιν>· δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν', ὁ λόγος ἀσύνακτός ἐστιν οὗτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν φῶς ἔστιν· ἡμέρα ἄρα ἔστιν'.

ἐπεὶ γὰρ ἐπαγγέλλεται τὸ συνημμένον ἐντὸς τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, εἰκότως τοῦ ἡγουμένου προσλαμβανομένου ἐπάγεται καὶ τὸ λῆγον, καὶ τοῦ λήγοντος ἀνῃρημένου ἀναιρεῖται καὶ τὸ ἡγούμενον· εἰ γὰρ ἦν τὸ ἡγούμενον, ἦν ἂν καὶ τὸ λῆγον. τοῦ δὲ λήγοντος προσλαμβανομένου οὐ πάντως τίθεται καὶ τὸ ἡγούμενον· οὐδὲ γὰρ ὑπισχνεῖτο τὸ συνημμένον τῷ λήγοντι ἀκολουθεῖν τὸ ἡγούμενον, ἀλλὰ τῷ ἡγουμένῳ τὸ λῆγον μόνον.

διὰ τοῦτο οὖν ὁ μὲν ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγων συλλογιστικὸς εἶναι λέγεται, καὶ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τῷ ἡγουμένῳ συνάγων· ὁ δὲ ἐκ συνημμένου καὶ τοῦ λήγοντος τὸ ἡγούμενον συνάγων ἀσύνακτος, ὡς ὁ προειρημένος, παρὸ καὶ ἀληθῶν ὄντων τῶν λημμάτων αὐτοῦ ψεῦδος συνάγει, ὅταν λυχνιαίου φωτὸς ὄντος νυκτὸς λέγηται. τὸ μὲν γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνημμένον ἀληθές ἐστιν, καὶ ἡ ‘ἀλλὰ μὴν φῶς ἔστι πρόσληψις, ἡ δὲ ‘ἡμέρα ἄρα <ἔστιν>᾿ ἐπιφορὰ ψευδής.

κατὰ παράλειψιν δέ ἐστι μοχθηρὸς λό- [*](16 et 19 socrates Τ 19 παρὰ – 23 ἔστιν om. T 21 συλλογιστικῶν scr. coll. p. 91,2; 382,4: συλλογισμῶν G 23 φῶς ἔστιν add. T 25 οὗτος G: secundum Jiec T || φῶς alter. T (Jumen): ἡμέρα G 26 ἡμέρα Τ (dies): φῶς G Ctranspos. iam Fabr.) 28 εἰκότως — 29 λῆγον om. EAB 29 ἀνῃρημένου ML: ἀναιρουμένου EAB 6 προειρημένος ΜΤ (predicta): προειρη- κὼς LEAB 8 λέγεται EAB 10 ἔστιν add. T (ergo dies est) cf. p. 90, 26.)

v.1.p.102
γος, ἐν ᾧ παραλείπεταί τι τῶν πρὸς τὴν συναγωγὴν τοῦ συμπεράσματος χρησιμευόντων· οἷον ὑγιοῦς ὄντος, ὧς οἴονται, τοῦ λόγου τούτου ῾ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακὸς ἢ ἀδιάφορος· οὔτε δὲ κακός ἐστιν οὔτε ἀδιάφορος· ἀγαθὸς ἄρα ἐστίν᾿, φαῦλός ἐστι παρὰ ἔλλειψιν οὕτος ὁ λόγος ῾ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακός· οὐκ ἔστι δὲ κακός· ἀγαθὸς ἄρα ἐστίν᾿.

ἐὰν οὖν δείξω ὅτι οὐδεμία διαφορὰ τῶν ἀσυνάκτων διακρίνεσθαι δύναται κατ’ αὐτοὺς ἀπὸ τῶν συνακτικῶν, ἔδειξα ὅτι ἀκατάληπτός ἐστιν ὁ συνακτικὸς λόγος, ὡς περιττὰς εἶναι τὰς κατὰ διαλεκτικὴν <παρ᾿> αὐτοῖς φερομένας ἀπειρολογίας. δείκνυμι δὲ οὕτως.

Ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος ἐλέγετο ἐγνωρίσθαι ἐκ τοῦ μὴ ἔχειν ἀκολουθίαν τὰ λήμματα αὐτοῦ πρὸς ἄλληλά <τε> καὶ τὴν ἐπιφοράν. ἐπεὶ οὖν τῆς γνώσεως τῆς ἀκολουθίας ταύτης δεῖ προηγεῖσθαι τὴν κρίσιν τοῦ συνημμένου, ἀνεπίκριτον δέ ἐστι τὸ συνημμένον, ὡς ἐπελογισάμην, <ἀδιάκριτος> ἔσται καὶ ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος.

καὶ γὰρ ὁ λέγων κατὰ διάρτησιν ἀσύνακτον εἶναί τινα λόγον, φάσιν μὲν προφερόμενος μόνην ἀντιτιθεμένην αὑτῷ φάσιν ἕξει τὴν ἀντικειμένην τῇ προειρημένῃ· ἀποδεικνύς δὲ διὰ λόγου ἀκούσεται, ὅτι δεῖ τὸν λόγον τοῦτον πρότερον συνακτικὸν εἶναι, εἶθ᾿ οὕτως ἀποδεικνύειν, ὅτι ἀσυνάρτητα τὰ λήμματα τοῦ διηρτῆσθαι λεγομένου λόγου. οὐ γνωσόμεθα δὲ εἰ ἔστιν ἀποδεικτικός, μὴ ἔχοντες συνημμένου σύμφωνον κρίσιν, ἡ κρινοῦμεν εἰ ἀκολουθεῖ τῇ διὰ τῶν λημμάτων τοῦ λόγου συμπλοκῇ τὸ συμπέρασμα. καὶ κατὰ τοῦτο οὖν οὐχ ἕξομεν διακρίνειν τῶν συνακτικῶν τὸν κατὰ διάρτησιν μοχθηρὸν εἶναι λεγόμενον.

τὰ δὲ αὐτὰ ἐροῦμεν πρὸς τὸν λέγοντα μοχθηρὸν [*](§§ 152–153 ~ adv. dogm. II 435—437.) [*](§ 154 ~ adv. dogm. 11 444—445.) [*](15 ἐστιν <ὁ πλοῦτος> L 18 οὖν ML; δὲ EAB: si enim Τ 19 σιακρίνεσθαι Bekk.: διακρίνασθαι G 20 συνακτῶν L 21 add. Kayser: proferuntur ah eis T 25 τε add. e Τ (ad invicem quoque) 28 ἅδ’. add. Bekk. Stephamim secutus || διαίρεσιν L 7/8 λεγόμενον Bekk.: λόγον GT (ratio))

v.1.p.103
εἷναι λόγον τινὰ παρὰ τὸ ἐν φαύλῳ σχήματι ἠρωτῆσθαι· ὁ γὰρ κατασκευάζων ὅτι μοχθηρόν τι σχῆμά ἐστιν, οὐχ ἕξει ὁμολογούμενον συνακτικὸν λόγον δι’ οὗ δυνήσεται συνάγειν ὃ φησιν.

δυνάμει δὲ ἀντειρήκαμεν διὰ τούτων καὶ πρὸς τοὺς πειρωμένους πα ἔλλειψιν ἀσυνάκτους λόγους εἶναι δεικνύναι. εἰ γὰρ ὁ ἐντελὴς <καὶ> ἀπηρτισμένος ἐστι, καὶ ὁ ἐλλιπὴς ἄδηλος ἔσται. καὶ ἔτι ὁ διὰ λόγου δεικνύναι τινὰ ἐλλιπῆ βουλόμενος λόγον, μὴ ἔχων συνημμένου κρίσιν ὡμολογημένην, δι’ ἧς κρίνειν δυνήσεται τὴν ἀκολουθίαν τοῦ ὐπ’ αὐτοῦ λεγομένου λόγου, οὐ δυνήσεται κεκριμένως καὶ ὀρθῶς λέγειν ὅτι ἐλλιπής ἐστιν.

ἀλλὰ καὶ ὁ κατὰ παρολκὴν λεγόμενος εἶναι μοχθηρὸς ἀδιάκριτός ἐστιν ἀπὸ τῶν ἀποδεικτικῶν. ὅσον γὰρ ἐπὶ τῇ παρολκῇ καὶ οἱ θρυλούμενοι παρὰ τοῖς Στωικοῖς ἀναπόδεικτοι ἀσύνακτοι εὑρεθήσονται, ὧν ἀναιρουμένων ἡ πᾶσα διαλεκτικὴ ἀνατρέπεται· οὗτοι γάρ εἰσιν οὕς φασιν ἀποδείξεως μὲν μὴ δεῖσθαι πρὸς τὴν ἑαυτῶν σύστασιν, ἀποδεικτικοὺς δὲ ὑπάρχειν <διὰ> τοῦ καὶ τοὺς ἄλλους λόγους. ὅτι δὲ παρέλκουσιν, ἔσται σαφὲς ἐκθεμένων ἡμῶν τοὺς ἀναποδείκτους καὶ οὕτως ὅ φαμεν ἐπιλογιζομένων.

Πολλοὺς μὲν <οὖν> ἀναποδείκτους ὀνειροπολοῦσιν (Stoic. fr. II 232 A), πέντε δὲ τούτους μάλιστα ἐκτίθενται, εἰς οὓς οἱ λοιποὶ πάντες ἀναφέρεσθαι δοκοῦσιν, πρῶτον <τὸν> ἐκ συνημμένου καὶ τοῦ τὸ λῆγον συνάγοντα, οἶον εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν'. δεύτε- [*](§ 155 ~ adv. dogm. II 446.) [*](§ 156 ~ adv. dogm. II 438—443.) [*](§§ 157—158 V. 8 νύξ ἐστιν ~ dogm. II 224—226.) [*](12 δυνάμει — τούτων om. Μ sed relinqu. spat. 26 — 28 lit. (vide p. VIII) ΙΙ ἀντειρήκαμεν T {contradiximus) cf. p. 101, 32/3. 384,19: ἀντιρήσθω L: ἀντειρήσομεν EAB || τούτων T (per has): τοῦτο G 14 καὶ add. T 15 ἐλλιπὴς T (defectiva scil. ratio) cf p. 384,21: ἐλλείψει G ΙΙ ἔτι Bekk. Stephanum secutus: ὅτι GT (quia) 18 αὐτοῦ <ἐλλιποῦς> Pappenheim coll. v. διὰ addidi, fort. τῷ (cf. Τ: in colligendo) 29 οὖν add.e Τ (quidem igitur, sicut p. 93, 15. 95, 19 e. a.) 31 τὸν add. Bekk.)

v.1.p.104
ρον τὸν ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τὸ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου συνάγοντα, οἷον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐκ ἔστι δὲ φῶς·

οὐκ ἄρα ἡμέρα ἔστιν'. τρίτον τὸν ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐκ τῆς σὺ συμπλοκῆς τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκἄρα νύξ ἔστιν'. τέταρτον τὸν ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐπεζευγμένων τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ‘ἤτοι ἡμέρα ἔστιν ἢ νύξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν'. πέμπτον τὸν ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐπεζευγμένων τὸ λοιπὸν συνάγοντα, οἶον ‘ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν οὐχὶ δὲ νὺξ ἔστιν ἡμέρα ἄρα ἔστιν.

Oὗτοι μὲν οὖν εἰσιν οἱ θρυλούμενοι ἀναπόδεικτοι, πάντες δέ μοι δοκοῦσιν ἀσύνακτοι εἶναι κατὰ παρολκήν. αὐτίκα γοῦν, ἴνα ἀπὸ τοῦ πρώτου ἀρξώμεθα, ἤτοι ὁμο- λογεῖται ὅτι ἀκολουθεῖ τὸ ‘φῶς ἔστιν' τῷ ‘ἡμέρα ἔστιν' ἡγουμένῳ αὐτῷ ἐν τῷ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν' συνημμένῳ, ἢ ἄδηλόν ἐστιν. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δώσομεν τὸ συνημμένον ὡς ὁμολογούμενον· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι ὄντος τοῦ ‘ἡμέρα ἔστιν' ἐξ ἀνάγκης ἔσται καὶ τὸ ‘φῶς ἔστιν,' εἰπόντων ἡμῶν ὅτι ἡμέρα ἔστιν, συνάγεται καὶ τὸ φῶς ἔστιν, ὧς ἀρκεῖν τὸν τοιοῦτον λόγον ‘ἡμέρα ἔστι, φῶς ἄρα ἔστιν', καὶ παρέλκειν τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν' συνημμένον.