Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πυρρωνείων ὑποτυπώσεων·

α’ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν

β’ περὶ τῶν λόγων τῆς σκέψεως

γ’ περὶ τῶν ὀνομασιῶν αὐτῆς

δ’ τίς ἔννοια σκέψεως

ἑ περὶ τοῦ σκεπτικοῦ

s' περὶ τῶν ἀρχῶν αὐτῆς

ζ’ εἰ δογματίζει ὁ σκεπτικός

ἡ εἰ αἵρεσιν ἔχει

θ’ εἰ φυσιολογεῖ

ἴ’ εἰ ἀναιρεῖ τὰ φαινόμενα

ία περὶ τοῦ κριτηρίου τῆς σκέψεως

ιβ’ περὶ τοῦ τέλους αὐτῆς

ιγ’ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς σκέψεως

ιδ’ περὶ τῶν δέκα τρόπων

ιε' περὶ τῶν πέντε τρόπων

ις’ περὶ τῶν δύο τρόπων

ιζ’ τίνες τρόποι <τῆς> τῶν αἰτιολογικῶν

ἴη περὶ τῶν σκεπτικῶν φωνῶν

ιθ’ περὶ τῆς ‘οὐ μᾶλλον᾿ <φωνῆς>

κ’ περὶ ἀφασίας

κα' περὶ τοῦ ‘τάχα’ καὶ τοῦ ‘ἒξεστι’· καὶ τοῦ ‘ἐνδέχεται’

κβ’ περὶ τοῦ ‘ἐπέχω’

[*](Argiimentum primi libri in codicibus misere foedatum correxi secundum titulos 3 διανωτάτω G 15 ὁλοσχερῶς L 19 τίνες τρόποι τῶν αἰτιολογουμένων ἀνατροπῆς G 21 περὶ τοῦ οὐδὲν μᾶλλον G || φωνῆς addidi 23 περὶ τοῦ ἔξεστι καὶ τοῦ τάχα G)
v.1.p.4

κγ΄ περὶ τοῦ ῾οὐδὲν ὁρίζω᾿

κδ΄ περὶ τοῦ ῾πάντα ἐστὶν ἀόριστα’

κε΄ περὶ τοῦ ῾πάντα ἐστὶν ἀκατάληπτα᾿

κζ΄ περὶ τοῦ ῾ἀκαταληπτῶ᾿ <καἲ ῾οὐ καταλαμβάνω>᾿

κζ΄ περὶ τοῦ ῾παντὶ <λόγῳ λόγον ἲσον ἀντικεῖσθαι >᾿

κη΄ παραπήγματα περὶ τῶν σκεπτικῶν φωνῶν

κθ΄ εἰ ἡ σκεπτικὴ ὁδός ἐστιν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν

λ΄ εἰ διαφέρειἡ Δημοκρέτειος αἵρεσις τῆς σκέψεως

λα΄ εἰ διαφέρει ἡ Κυρηναϊκὴ τῆς σκέψεως

λβ΄ εἰ διαφέρει ἡ Πρωταγόρειος τῆς σκέψεως

λγ΄ εἰ διαφέρει τῶν Ἀκαδημιῶν ἡ σκέψις

λδ΄ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει

α΄ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν.

Τοῖς ζητοῦσί τι πρᾶγμα ἢ εὕρεσιν ἐπακολουθεῖν εἰκὸς ἢ ἄρνησιν εὑρέσεως καὶ ἀκαταληψίας ὁμολογίαν ἢ ἐπιμονὴν ζητήσεως.

διόπερ ἴσως καὶ ἐπὶ τῶν κατὰ φιλοσοφίαν ζητουμένων οἱ μὲν εὑρηκέναι τὸ ἀληθὲς ἔφασαν, οἱ δ᾿ ἀπεφήναντο μὴ δυνατὸν εἶναι τοῦτο καταληφθῆναι, οἱ δὲ ἔτι ζητοῦσιν.

καὶ εὑρηκέναι μὲν δοκοῦσιν οἱ ἰδίως καλούμενοι δογματικοί, οἶον οἱ περὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς Στωικοὺς καὶ ἄλλοι τινές, ὡς δὲ περὶ ἀκαταλήπτων ἀπεφήναντο οἱ περὶ Κλειτόμαχον καὶ Καρνεάδην καὶ ἂλλοι Ἀκαδημαïκοί, ζητοῦσι δὲ οἱ σκεπτικοί.

ὅθεν εὐλόγως δοκοῦσιν αἱ ἀνωτάτω φιλοσοφίαι τρεῖς εἶναι, δογματικὴ Ἀκαδημαïκὴ σκεπτική. περὶ μὲν οὖν τῶν ἄλλων ἑτέροις ἁρμόσει λέγειν, περὶ δὲ τῆς σκεπτικῆς ἀγωγῆς ὑποτυπωτικῶς ἐπὶ τοῦ παρόντος ἡμεῖς ἐροῦμεν, ἐκεῖνο προειπόντες, ὅτι περὶ οὐδενὸς τῶν λεχθησομένων διαβεβαιούμεθα ὡς οὕτως ἔχοντος πάντως καθάπερ λέγομεν, ἀλλὰ κατὰ τὸ νῦν φαινόμενον ἡμῖν ἱστορικῶς ἀπαγγέλλομεν περὶ ἑκάστου.

[*](Argum. 3 καταληπτά G 4 καὶ οὐ κατ. om. G 5 λόγῳ — ἀντικεῖσθαι om. G 6 τῆς σκεπτικῆς φωνῆς G 11 ὁ πρωταγόρειος τῆς σκέψεως εἰ διαφέρει ἡ scr.: ὁ G 13 τὴν om. B Textus 13 ὑποτυπωτικῶς om. T 14 προειπόντες Τ (predicentes): προσειπ’. G)
v.1.p.5

β’ περὶ τῶν λόγων τῆς σκέψεως.

Τῆς σκεπτικῆς οὖν φιλοσοφίας ὁ μὲν λέγεται καθόλου λόγος ὁ δὲ εἰδικός, καὶ καθόλου μὲν ἐν ᾧ τὸν χαρακτῆρα τῆς σκέψεως ἐκτιθέμεθα, λέγοντες τίς ἔννοια αὐτῆς καὶ τίνες ἀρχαὶ καὶ τίνες λόγοι, τί τε κριτήριον καὶ τί τέλος, καὶ τίνες οἱ τρόποι τῆς ἐποχῆς, καὶ πῶς παραλαμβάνομεν τἀς σκεπτικὰς ἀποφάσεις, καὶ τὴν διάκρισιν τῆς σκέψεως ἀπὸ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν·

εἰδικὸς δὲ ἐν ᾡ πρὸς ἕκαστον μέρος τῆς καλουμένης φιλοσοφίας ἀντιλέγομεν. περὶ τοῦ καθόλου δὴ πρῶτον διαλάβωμεν λόγου, ἀρξάμενοι τῆς ὑφηγήσεως ἀπὸ τῶν τῆς σκεπτικῆς ἀγωγῆς ὀνομάτων.

γ’ Περὶ τῶν ὀνομασιῶν τῆς σκεπτικῆς.

Ἡ σκεπτικὴ τοίνυν ἀγωγὴ καλεῖται μὲν καὶ ζητητικὴ ἀπὸ ἐνεργείας τῆς κατὰ τὸ ζητεῖν καὶ σκέπτεσθαι, καὶ ἐφεκτικὴ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν περὶ τὸν σκεπτόμενον γινομένου πάθους, καὶ ἀπορητικὴ ἤτοι ἀπὸ τοῦ περὶ παντὸς ἀπορεῖν καὶ ζητεῖν, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ τοῦ ἀμηχανεῖν πρὸς συγκατάθεσιν ἢ ἄρνησιν, καὶ Πυρρώνειος ἀπὸ τοῦ φαίνεσθαι ἡμῖν τὸν Πύρρωνα σωματικώτερον καὶ ἐπιφανέστερον τῶν πρὸ αὐτοῦ προσεληλυθέναι τῇ σκέψει.

δ’ Τί ἐστι σκέψις.

Ἒστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων καθ’ οἱονδήποτε τρόπον, ἀφ’ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμένοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶατον [*](15a) εἰς ἐποχήν, τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν.

‘δύναμιν’ μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ πε- [*](§ 7 ~ Diog. Laert. IX 69. 70.) [*](1 πρῶτον LM: πρώτου EAB 6 τῶν σκεπτομένων Gen. 7 γινομένου LM: γενομένου EAB || γιν. πάθ’. om. T 10 τὸν om. Gen. 11 προσελ. LM: προελ. 13/14 τρόπον MEAB: τρόπων L)

v.1.p.6
ρίεργον ἀλλ’ ἀπλῶς κατὰ τὸ δύνασθαι· ‘φαινόμενα’ δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά, διόπερ ἀντ’ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ ‘καθ’ οἱονδήποτε τρόπον’ δύναται προσαρμόζεσθαι καὶ τῇ δυνάμει, ἴνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα, ὧς εἰρήκαμεν, παραλαμβάνωμεν, καὶ τῷ ‘ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων’· ἐπεὶ γὰρ ποικίλως ἀντιτίθεμεν ταῦτα, ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες, ἴνα πᾶσαι αἱ ἀντιθέσεις ἐμπεριέχωνται, λέγομεν ‘καθ’ οἱονδήποτε τρόπον’. ἢ ‘καθ’ οἱονδήποτε τρόπον φαινομένων τε καὶ νοουμένων’, ἴνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα, ἀλλ’ ἁπλῶς ταῦτα λαμβάνωμεν.

‘ἀντικειμένους’ δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάντως ἀπόφασιν καὶ κατάφασιν, ἀλλ’ ἀπλῶς ἀντὶ τοῦ μαχινένους. ‘ἰσοσθενειαν’ δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα, ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων λόγων ὡς πιστότερον. ‘ἐποχὴ δέ ἐστι στάσις διανοίας δι’ ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ‘ἀταρακία’ δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία, ἐν τοῖς περὶ τέλους (§ 25 — 30) ὑπομνήσομεν.

ἑ Περὶ τοῦ σκεπτικοῦ.

Καὶ ὁ Πυρρώνειος δὲ φιλόσοφος δυνάμει τῇ τῆς σκεπτικῆς ἀγωγῆς ἐννοίᾳ συναποδέδοται· ἔστι γὰρ ὁ μετέχων ταύτης τῆς δυνάμεως.

ς΄ Περὶ ἀρχῶν τῆς σκέψεως.

Ἀρχῆν δὲ τῆς σκεπτικῆς αἰτιώδη μέν φαμεν εἶναι τὴν ἐλπίδα τοῦ ἀταρακτήσειν· οἱ γὰρ μεγαλοφυεῖς τῶν ἀνθρώπων ταρασσόμενοι διὰ τὴν ἐν τοῖς πράγμασιν ἀνωμαλίαν, καὶ ἀποροῦντες τίσιν αὐτῶν χρὴ μᾶλλον συγκατατίθεσθαι, ἦλθον ἐπὶ τὸ ζητεῖν, τί τε ἀληθές ἐστιν ἐν τοῖς πράγμασι [*](21 τῷ Fabr. : τῶν Gr: τὸ Gen. 23 post φαινόμενα add. ἢ EAB 24 post νοούμενα add ἢ AB 26 ἢ—τρόπον om. EAB || τε EAB: om. LM 30 ἀπόφασις καὶ κατάφασις L 3 ἡ MEAB: τῆ L 9 οἱ γὰρ MEAB: οἱ μὲν L 11 μᾶλλον χρῆ Μ)

v.1.p.7
καὶ τί ψεῦδος, ὧς ἐκ τῆς ἐπικρίσεως τούτων ἀταρακτήσοντες. συστάσεως δὲ τῆς σκεπτικῆς ἐστιν ἀρχὴ μάλιστα τὸ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι· ἀπὸ γὰρ τούτου καταπαντὶ λήγειν δοκοῦμεν εἰς τὸ μὴ δογματίζειν.

ζ΄ Εἰ δογματίζει ὁ σκεπτικός.

Λέγομεν δὲ μὴ δογματίζειν τὸν σκεπτικὸν οὐ κατ’ ἐκεῖνο τὸ σημαινόμενον τοῦ δόγματος καθ’ ὃ δόγμα εἶναί φασί τινες κοινότερον τὸ εὐδοκεῖν τινι πράγματι (τοῖς γὰρ κατὰ φαντασίαν κατηναγκασμένοις πάθεσι συγκατατίθεται ὁ σκεπτικός, οἷον οὐκ ἂν εἴποι θερμαινόμενος ἡ ψυχόμενος ὅτι δοκῶ μὴ θερμαίνεσθαι ἢ ψύχεσθαι), ἀλλὰ μὴ δογματίζειν λέγομεν καθ’ ὃ δόγμα εἷναί φασί τινες τήν τινι πράγ- ματι τῶν κατὰ τἀς ἐπιστήμας ζητουμένων ἀδήλων συγκατάθεσιν (οὐδενὶ γὰρ τῶν ἀδήλων συγκατατίθεται ὁ Πυρρώνειος).

ἀλλ’ οὐδὲ ἐν τῷ προφέρεσθαι περὶ τῶν ἀδήλων τἀς σκεπτικὰς φωνάς, οἷον τὴν ‘οὐδὲν μᾶλλον’ ἢ τὴν ‘οὐδὲν ὁρίζω’ ἤ τινα τῶν ἄλλων περὶ ὧν ὕστερον λέξομεν (§ sqq.) δογματίζει. ὁ μὲν γὰρ δογματίζων ὧς ὑπάρχον τίθεται τὸ πρᾶγμα ἐκεῖνο ὃ λέγεται δογματίζειν, ὁ δὲ σκεπτικὸς τἀς φωνὰς τίθησι ταύτας οὐχ ὧς πάντως ὑπαρχούσας· ὐπολαμβάνει γὰρ ὅτι, ὥσπερ ἡ ‘πάντα ἐστὶ ψευδῆ’ φωνὴ μετὰ τῶν ἄλλων καὶ ἑαυτὴν ψευδῆ εἶναι λέγει, καὶ ἡ ‘οὐδέν ἐστιν ἀληθές ὁμοίως, οὕτως καὶ ἡ ‘οὐδὲν μᾶλλον’ μετὰ τῶν ἄλλων καὶ ἑαυτήν φησι μὴ μᾶλλον εἶναι καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἑαυτὴν συμπεριγράφει. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων σκεπτικῶν φωνῶν λέγομεν.

πλὴν ἀλλ’ εἰ ὁ δογματίζων τίθησιν ὧς ὑπάρχον τοῦτο ὃ δογματίζει, ὁ δὲ σκεπτικὸς τἀς φωνὰς αὑτοῦ προφέρεται ὧς δυνάμει ὑφ’ ἑαυτῶν περιγράφεσθαι, οὐκ ἂν ἐν τῇ προφορᾷ τούτων δογματίζειν λεχθείη. τὸ δὲ μέγιστον, ἐν τῇ προφορᾷ τῶν φωνῶν τούἀταρακτήσαντες [*](13 EAB 15 ἴσον om, EAB 18 post ὃ inser. καὶ edd. 19 ἐνδοκεῖν L 21 ὁ ἐπισκεπτικὸς EAB ἡ ex εἰ L: εἰ EABM 6 malim προφερόμενος || δυναμένας Kayser 7 fort. τούτων <οὗτος> Diels 8 τῶν om. EAB)

v.1.p.8
τῶν τὸ ἑαυτῷ φαινόμενον λέγει καὶ τὸ πάθος ἀπαγγέλλει τὸ ἑαυτοῦ ἀδοξάστως, μηδὲν περὶ τῶν ἔξωθεν ὑποκειμένων διαβεβαιούμενος.

ἡ εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός.

Ὁμοίως δὲ φερόμεθα καὶ ἐν τῷ ἐρωτᾶσθαι εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός. εἰ μὲν <γάρ> τις αἵρεσιν εἷναι πρόσκλισιν δόγμασι πολλοῖς ἀκολουθίαν ἔχουσι πρὸς ἄλληλά τε καὶ <τὰ> φαινόμενα, καὶ λέγει δόγμα πράγματι ἀδήλῳ συγκατάθεσιν, φήσομεν μὴ ἒχειν [*](15a) αἳρεσιν.

εἰ δέ τις αἵρεσιν εἷναι φάσκει τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἀγωγήν, ἐκείνου τοῦ λόγου ὡς ἔστιν ὀρθῶς δοκεῖν ζῆν ὑποδειχνύοντος (τοῦ ὀρθῶς μὴ μόνον κατ’ ἀρετὴν ἀλλ’ ἀφελέστερον) καὶ ἐπὶ τὸ ἐπέχειν δύνασθαι διατείνοντος, αἵρεσίν φαμεν ἔχειν· ἀκολουθοῦμεν γάρ τινι λόγῳ κατὰ τὸ φαινόμενον ὑποδεικνύντι ἡμῖν τὸ ζῆν πρὸς τὰ πάτρια ἔθη καὶ τοὺς νόμους καὶ τἀς ἀγωγὰς καὶ τὰ οἰκεῖα πάθη.

θ’ εἰ φυσιολογεῖ ὁ σκεπτικός.

Παραπλήσια δὲ λέγομεν καὶ ἐν τῷ ζητεῖν εἰ φυσιολογητέον τῷ σκεπτικῷ· ἕνεκα μὲν γὰρ τοῦ μετὰ βεβαίου πείσματος ὃς ἀποφαίνεσθαι περί τινος τῶν κατὰ τὴν φυσιολογίαν δογματιζομένων οὐ φυσιολογοῦμεν, ἕνεκα δὲ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἔχειν ἀντιτιθέναι καὶ τῆς ἀταραξίας ἁπτόμεθα τῆς φυσιολογίας. οὕτω δὲ καὶ τὸ λογικὸν μέρος καὶ τὸ ἠθικὸν τῆς λεγομένης φιλοσοφίας ἐπερχόμεθα.

[*](§§ 16—17 ~ Diog. Laert. I 20. Suid. s. v.αἵρεσις.)[*](12/13 αἵρεσιν ἔχει MEABT (sectam habeat): ἔχει αἶρ’. L 13 γάρ add. T (si enim aliquis vel sectam) 15 τὰ add. Bekk. λέγει—συγκ. om. Τ. 15/15a δόγματι ἀδήλω G correxi p. 5, 23/24: δόγμα τινὶ ἅδ’. Gen. 16 φάσκοι EABT (dicat) 18 δοκεῖν fort. secl. 21 αἵρεσιν <δέ> EAB 25 παραπλήσια καί om. EAB)
v.1.p.9

ι’ εἰ ἀναιροῦσι τὰ φαινόμενα οἱ σκεπτικοί.

Οἱ δὲ λέγοντες ὅτι ἀναιροῦσι τὰ φαινόμενα οἱ σκεπτικοὶ ἀνήκοοι μοι δοκοῦσιν εἶναι τῶν παρ’ ἡμῖν λεγομένων· τὰ γὰρ κατὰ φαντασίαν παθητικὴν ἀβουλήτως ἡμᾶς ἄγοντα εἰς συγκατάθεσιν οὐκ ἀνατρέπομεν, ὧς καὶ ἒμπροσθεν (§ 17) ἐλέγομεν· ταῦτα δέ ἐστι τὰ φαινόμενα. ὅταν δὲ ζητῶμεν, εἰ τοιοῦτον ἔστι τὸ ὑποκείμενον ὁποῖον φαίνεται, τὸ μὲν ὅτι φαίνεται δίδομεν, ζητοῦμεν δ’ οὐ περὶ τοῦ φαινομένου ἀλλὰ περὶ ἐκείνου ὃ λέγεται περὶ τοῦ φαινομένου· τοῦτο δὲ διαφέρει τοῦ ζητεῖν περὶ αὐτοῦ τοῦ φαινομένου.