Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸ δὲ παραπλήσιον ἄν τις εἴποι καὶ περὶ τῶν κατʼ Ἀννίβαν.

καὶ γὰρ τὸ προσβαλόντα τοῖς πολεμίοις πειραθῆναι διὰ τῶν ἐκ μέρους ἀγώνων λύειν τὴν πολιορκίαν,

καὶ τὸ ταύτης ἀποπεσόντα τῆς προσβολῆς ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν Ῥώμην, κἄπειτα μὴ καθικόμενον τῆς προθέσεως διὰ τὰς ἐκ ταὐτομάτου περιπετείας αὖθις ἐξ ὑποστροφῆς συντρῖψαι μὲν τοὺς ἑπομένους, ἐφεδρεῦσαι δὲ τῷ κατὰ λόγον, εἰ συνέβη γενέσθαι κίνημα περὶ τοὺς τὴν Καπύην πολιορκοῦντας,

τὸ δὲ τελευταῖον μὴ λήξαντα τῆς προθέσεως εἰς τὴν τῶν ἐχθρῶν βλάβην ἀποσκῆψαι, μόνον οὐ δʼ ἀναστάτους ποιῆσαι Ῥηγίνους,

τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσαι τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα;

καὶ μὴν Ῥωμαίους Λακεδαιμονίων ἀμείνους ἄν τις ἐν τούτῳ τῷ καιρῷ κρίνειεν.

Λακεδαιμόνιοι μὲν γὰρ τῇ πρώτῃ προσαγγελίᾳ συνεκχυθέντες τὴν μὲν Σπάρτην ἔσωσαν, τὴν δὲ Μαντίνειαν τὸ καθʼ αὑτοὺς μέρος ἀπέβαλον·

Ῥωμαῖοι δὲ καὶ τὴν πατρίδα διεφύλαξαν καὶ τὴν πολιορκίαν οὐκ ἔλυσαν, ἀλλʼ ἔμειναν ἀσαλεύτως καὶ βεβαίως ἐπὶ τῶν ὑποκειμένων καὶ τὸ λοιπὸν ἤδη τεθαρρηκότως προσέκειντο τοῖς Καπυανοῖς.

ταῦτα μὲν οὖν οὐχ οὕτως τοῦ Ῥωμαίων ἢ Καρχηδονίων ἐγκωμίου χάριν εἴρηταί μοι — τούτους μὲν γὰρ ἤδη πολλάκις ἐπεσημηνάμην — τὸ δὲ πλεῖον τῶν ἡγουμένων παρʼ ἀμφοτέροις καὶ τῶν μετὰ ταῦτα μελλόντων χειρίζειν παρʼ ἑκάστοις τὰς κοινὰς πράξεις,

ἵνα τῶν μὲν ἀναμιμνησκόμενοι, τὰ δʼ ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες, τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν, θαυμασίαν δὲ τὴν ἐπίνοιαν, ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως, ἐὰν μόνον σὺν νῷ γένηται τὰ πραττόμενα.

Ἄτελλα,

πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. τὸ ἐθνικὸν --- Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ ‘Ἀτελλανοὶ παρέδοσαν αὑτούσ’.

τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλκας ὁ τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχήσειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφαλῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀναλώσας τὴν χορηγίαν. καὶ μετὰ παρακλήσεως πρότερον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθʼ ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπηναγκάσθη.