Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ γὰρ Καρχηδόνιοι τὸ μὲν πρῶτον ὥρμησαν, οὐχ ὅλως ἀπελπίζοντες αἱρήσειν κατὰ κράτος αὐτὴν τὴν Ῥώμην· συνθεασάμενοι δὲ τοὺς ὑπεναντίους παρατεταγμένους καὶ ταχέως διά τινος αἰχμαλώτου πυθόμενοι τὸ γεγονός, τῆς μὲν ἐπὶ τὴν πόλιν ἐπιβολῆς ἀπέστησαν, τὴν δὲ χώραν ἐδῄουν ἐπιπορευόμενοι καὶ τὰς οἰκίας ἐνεπίμπρασαν.

τὰς μὲν οὖν ἀρχὰς ἀναρίθμητον περιελασάμενοι λείας πλῆθος ἥθροισαν εἰς τὴν παρεμβολήν, ὡς ἂν εἰς ἄγραν ἥκοντες τοιαύτην

εἰς ἣν οὐδεὶς οὐδέποτε πολέμιον ἥξειν ἤλπιζε· μετὰ δὲ ταῦτα τῶν ὑπάτων τολμησάντων ἐν δέκα σταδίοις ἀντιστρατοπεδεῦσαι σφίσι παραβόλως, Ἀννίβας ἅμα μὲν λείας πλῆθος ἡθροικώς, ἅμα δὲ τῆς κατὰ τὴν πόλιν ἐλπίδος ἀποπεπτωκώς,

τὸ δὲ μέγιστον, συλλογιζόμενος τὰς ἡμέρας, ἐν αἷς ἤλπιζε κατὰ τὴν ἐξ ἀρχῆς ἐπίνοιαν πυθομένους τοὺς περὶ τὸν Ἄππιον τὸν περὶ τὴν πόλιν κίνδυνον ἤτοι λύσαντας τὴν πολιορκίαν ὁλοσχερῶς παραβοηθήσειν τοῖς ἐπὶ τῇ Ῥώμῃ πράγμασιν ἢ μέρος τι καταλιπόντας τῷ πλείονι βοηθήσειν κατὰ σπουδήν·

ὧν ὁπότερον ἂν συμβῇ, δεόντως ἕξειν ὑπειληφὼς ἐκίνει τὴν δύναμιν ἐκ τῆς παρεμβολῆς ὑπὸ τὴν ἑωθινήν.

οἱ δὲ περὶ τὸν Πόπλιον διασπάσαντες τὰς ἐπὶ τοῦ προειρημένου ποταμοῦ γεφύρας καὶ συναναγκάσαντες αὐτὸν διὰ τοῦ ῥεύματος περαιοῦν τὴν δύναμιν, προσέκειντο τοῖς Καρχηδονίοις περὶ τὴν διάβασιν καὶ πολλὴν παρεῖχον δυσχρηστίαν.

ὁλοσχερὲς μὲν οὖν οὐδὲν ἐδύναντο πρᾶξαι διὰ τὸ πλῆθος τῶν ἱππέων καὶ τὴν πρὸς πάντα τόπον εὐχρηστίαν τῶν Νομάδων· τῆς δὲ λείας ἱκανόν τι μέρος ἀφελόμενοι καὶ περὶ τριακοσίους καταβαλόντες τῶν πολεμίων τότε μὲν ἀνεχώρησαν πρὸς τὴν παρεμβολήν,

μετὰ δὲ ταῦτα νομίσαντες τοὺς Καρχηδονίους διὰ φόβον σπουδῇ ποιεῖσθαι τὴν ὑποχώρησιν, εἵποντο κατόπιν ταῖς παρωρείαις.