Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ καὶ συμβαίνει τὴν ὑπεναντίαν φύσιν ἔχειν τοῦτον τοῖς πλείστοις τῶν ποταμῶν. τοῖς μὲν γὰρ ἄλλοις αὔξεται τὸ ῥεῦμα, καθὼς ἂν πλείους διαφέρωνται τόπους, καὶ μέγιστοι μέν εἰσι κατὰ χειμῶνα, ταπεινότατοι δὲ κατὰ τὴν ἀκμὴν τοῦ θέρους·

οὗτος δὲ καὶ πλεῖστος γίνεται τῷ ῥεύματι κατὰ κυνὸς ἐπιτολὴν καὶ μέγιστος ἐν τοῖς κατὰ Συρίαν τόποις, αἰεὶ δὲ προϊὼν ἐλάττων.

αἴτιον δὲ τούτων ὅτι συμβαίνει τὴν μὲν αὔξησιν οὐκ ἐκ τῆς συρρύσεως τῶν χειμερινῶν ὄμβρων, ἀλλʼ ἐκ τῆς ἀνατήξεως τῶν χιόνων γίνεσθαι, τὴν δὲ μείωσιν διὰ τὰς ἐκτροπὰς τὰς ἐπὶ τὴν χώραν καὶ τὸν μερισμὸν αὐτοῦ τὸν ἐπὶ τὰς ἀρδεύσεις.