Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἄξιόν γε τοιούτων ἀνδρῶν ἀπογόνους ὑπάρχοντας, κἄπειτα νῦν συμμαχίαν ποιησαμένους τοῖς βαρβάροις, στρατεύειν μετʼ ἐκείνων καὶ πολεμεῖν Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Βοιωτοῖς, Θετταλοῖς σχεδὸν πᾶσι τοῖς Ἕλλησι πλὴν Αἰτωλῶν.

τούτοις μὲν οὖν ἔθος ἐστὶ ταῦτα πράττειν καὶ μηδὲν αἰσχρὸν νομίζειν, εἰ μόνον πρόσεστι τὸ πλεονεκτεῖν, οὐ μὴν ὑμῖν.

καὶ τί δήποτε προσδοκᾶν δεῖ τούτους ἀπεργασομένους, ἐπεὶ τὴν Ῥωμαίων προσειλήφασι συμμαχίαν;

οἵ γε τῆς Ἰλλυριῶν ἐπιλαβόμενοι ῥοπῆς καὶ βοηθείας κατὰ μὲν θάλατταν βιάζεσθαι καὶ παρασπονδεῖν ἐπεβάλοντο Πύλον, κατὰ δὲ γῆν ἐπολιόρκησαν μὲν τὴν Κλειτορίων πόλιν, ἐξηνδραποδίσαντο δὲ τὴν Κυναιθέων.

καὶ πρότερον μὲν Ἀντιγόνῳ, καθάπερ ἐπάνω προεῖπον, ἐποιήσαντο συνθήκας οὗτοι περί τε τοῦ τῶν Ἀχαιῶν καὶ τοῦ τῶν Ἀκαρνάνων ἔθνους, νῦν δὲ πεποίηνται πρὸς Ῥωμαίους κατὰ πάσης τῆς Ἑλλάδος.

ἃ τίς οὐκ ἂν πυθόμενος ὑπίδοιτο μὲν τὴν Ῥωμαίων ἔφοδον, μισήσαι δὲ τὴν Αἰτωλῶν ἀπόνοιαν, ὅτι τοιαύτας ἐθάρρησαν ποιήσασθαι συνθήκας;