Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλὰ περὶ μὲν τῶν γεγονότων ἔχων πολλὰ λέγειν ἀρκεῖν ἡγοῦμαι·

τῶν δὲ Φιλίππῳ πεπραγμένων εἰς ἀσέβειαν ὠνείδισαν τὴν τοῦ ναοῦ καταφθοράν, οὐ προσθέντες τὴν αὑτῶν ὕβριν καὶ παρανομίαν, ἣν ἐπετελέσαντο περὶ τοὺς ἐν Δίῳ καὶ Δωδώνῃ ναοὺς καὶ τὰ τεμένη τῶν θεῶν.

ἐχρῆν δὲ λέγειν τοῦτο πρῶτον. ὑμεῖς δʼ ἃ μὲν ἐπάθετε, τούτοις ἐξηγήσασθε, μείζω ποιοῦντες τῶν γεγονότων, ἃ δʼ ἐποιήσατε πρότεροι, πολλαπλάσια γεγονότα παρεσιωπήσατε,

σαφῶς εἰδότες ὅτι τὰς ἀδικίας καὶ ζημίας ἅπαντες ἀεὶ τοῖς ἄρχουσι χειρῶν ἀδίκων ἐπιφέρουσι.

περὶ δὲ τῶν κατʼ Ἀντίγονον ἕως τούτου βούλομαι ποιήσασθαι τὴν μνήμην, [ἕως] τοῦ μὴ δόξαι καταφρονεῖν τῶν γεγονότων μηδʼ ἐν παρέργῳ τίθεσθαι τὴν τηλικαύτην πρᾶξιν.

ἔγωγʼ εὐεργεσίαν μείζω τῆς ὑπʼ Ἀντιγόνου γεγενημένης εἰς ὑμᾶς οὐδʼ ἱστορεῖσθαι νομίζω· δοκεῖ γὰρ ἔμοιγε μηδʼ ὑπερβολὴν ἐπιδέχεσθαι τὸ γεγονός.