Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ πάλιν ἐν τούτοις φανερὸν ὅτι δεήσει τοὺς βουλομένους εὐστοχεῖν ἐν ταῖς ἐπιβολαῖς καὶ πράξεσι γεγεωμετρηκέναι μὴ τελείως, ἀλλʼ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον ἀναλογίας ἔννοιαν ἔχειν καὶ τῆς περὶ τὰς ὁμοιότητας θεωρίας.

οὐ γὰρ περὶ ταῦτα μόνον, ἀλλὰ καὶ περὶ τὰς τῶν σχημάτων μεταλήψεις ἐν ταῖς στρατοπεδείαις ἀναγκαῖός ἐστιν ὁ τρόπος, χάριν τοῦ δύνασθαι ποτὲ μὲν πᾶν σχῆμα μεταλαμβάνοντας τηρεῖν τὴν αὐτὴν συμμετρίαν τῶν ἐν ταῖς παρεμβολαῖς περιλαμβανομένων,

ποτὲ δὲ πάλιν ἐπὶ τῶν αὐτῶν σχημάτων μένοντας αὔξειν ἢ μειοῦν τὸ περιλαμβανόμενον τῇ στρατοπεδείᾳ χωρίον, κατὰ λόγον ἀεὶ τῶν προσγινομένων ἢ τῶν χωριζομένων ἐκ τῆς παρεμβολῆς·

ὑπὲρ ὧν ἡμῖν ἐν τοῖς περὶ τὰς τάξεις ὑπομνήμασιν ἀκριβέστερον δεδήλωται.

οὐ γὰρ οἴομαι τοῦτό γε μετρίως ἡμῖν ἐποίσειν οὐδένα διότι πολλά τινα προσαρτῶμεν τῇ στρατηγίᾳ, κελεύοντες ἀστρολογεῖν καὶ γεωμετρεῖν τοὺς ὀρεγομένους αὐτῆς.

ἐγὼ δὲ τὰ μὲν ἐκ περιττοῦ παρελκόμενα τοῖς ἐπιτηδεύμασι χάριν τῆς ἐν ἑκάστοις ἐπιφάσεως καὶ στωμυλίας πολύ τι μᾶλλον ἀποδοκιμάζων, παραπλησίως δὲ καὶ τὸ πορρωτέρω τοῦ πρὸς τὴν χρείαν ἀνήκοντος ἐπιτάττειν, περὶ τἀναγκαῖα φιλοτιμότατός εἰμι καὶ σπουδάζων.

καὶ γὰρ ἄτοπον τοὺς μὲν ὀρχηστικῆς ἢ τοὺς αὐλητικῆς ἐφιεμένους ἐπιδέχεσθαι τήν τε περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μουσικὰ προκατασκευήν, ἔτι δὲ τὰ περὶ τὴν παλαίστραν, διὰ τὸ δοκεῖν προσδεῖσθαι τὸ τέλος ἑκατέρου τῆς τῶν προειρημένων συνεργίας,

τοὺς δὲ στρατηγίας ἀντιποιουμένους ἀσχάλλειν, εἰ δεήσει τῶν ἐκτὸς ἐπιτηδευμάτων μέχρι τινὸς ἀναλαβεῖν.

ὥστε τοὺς περὶ τὰς βαναύσους τέχνας ἀσκοῦντας ἐμμελεστέρους εἶναι καὶ φιλοτιμοτέρους τῶν περὶ τὰ κάλλιστα καὶ σεμνότατα προαιρουμένων διαφέρειν· ὧν οὐδὲν ἂν ὁμολογήσειε νοῦν ἔχων οὐδείς.

καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.