Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τούτων δὲ διατεταγμένων καὶ τοῦ καιροῦ συνάψαντος, ὁ μὲν Ἄρατος ἧκε καὶ κρυφθεὶς κατὰ τὸν ποταμὸν ἔμενε τηρῶν τὸ σύνθημα·

περὶ δὲ πέμπτην ὥραν ἔχων τις πρόβατα μαλακὰ τῶν εἰθισμένων περὶ πόλιν τρέφειν, δεηθεὶς ἐκ τοῦ καιροῦ πυθέσθαι τι τοῦ ποιμένος βιωτικόν, ἐξῆλθε διὰ τῆς πύλης ἐν ἱματίῳ καὶ στὰς ἐπὶ τὸν αὐτὸν τάφον περιεβλέπετο τὸν ποιμένα.

οἱ δὲ περὶ τὸν Ἄρατον ἀποδεδόσθαι σφίσι τὸ σύνθημα νομίσαντες σπουδῇ πρὸς τὴν πόλιν ἐφέροντο πάντες.

ταχὺ δὲ τῆς πύλης κλεισθείσης ὑπὸ τῶν ἐφεστώτων διὰ τὸ μηδέπω μηδὲν ὑπὸ τῶν ἔνδον ἡτοιμάσθαι, συνέβη μὴ μόνον τῆς πράξεως ἀποτυχεῖν τοὺς περὶ τὸν Ἄρατον, ἀλλὰ καὶ τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαι τῶν μεγίστων συμπτωμάτων· καταφανεῖς γὰρ γενόμενοι παραχρῆμα προβληθέντες ἀπέθανον.

τί οὖν εἴποι τις ἂν τῆς περιπετείας αἴτιον γεγονέναι; τὸ ποιήσασθαι τὸν στρατηγὸν ἁπλοῦν τὸ σύνθημα, νέον ἀκμὴν ὄντα καὶ τῆς τῶν διπλῶν συνθημάτων καὶ παρασυνθημάτων ἀκριβείας ἄπειρον.

οὕτως αἱ πολεμικαὶ πράξεις ἐν μικρῷ τὸ διαφέρον ἔχουσι τῆς ἐφʼ ἑκάτερα ῥοπῆς τῶν ἐκβαινόντων.

καὶ μὴν Κλεομένης ὁ Σπαρτιάτης προθέμενος διὰ πράξεως ἑλεῖν τὴν τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τὸ κατὰ τὸν Φωλεὸν καλούμενον νυκτὸς ἥξειν μετὰ τῆς δυνάμεως κατὰ τρίτην φυλακήν· τοῦτον γὰρ ἐφύλαττον τὸν καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αὐτῷ.

οὐκέτι δὲ προνοηθεὶς ὅτι περὶ τὴν τῆς Πλειάδος ἐπιτολὴν τελέως ἤδη βραχείας εἶναι συμβαίνει τὰς νύκτας, ἐκίνησε τὴν δύναμιν ἐκ τῆς Λακεδαίμονος περὶ δυσμὰς ἡλίου.

λοιπὸν οὐ δυνάμενος καταταχεῖν, ἀλλὰ τῆς ἡμέρας καταλαμβανούσης εἰκῇ καὶ ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὺς ἀποβαλὼν καὶ κινδυνεύσας τοῖς ὅλοις·

ὃς εἰ κατὰ τὸ συνταχθὲν ηὐστόχησε τοῦ καιροῦ καὶ κρατούντων τῆς εἰσόδου τῶν συνεργούντων εἰσήγαγε τὴν δύναμιν, οὐκ ἂν διεψεύσθη τῆς ἐπιβολῆς.

πάλιν ὁμοίως Φίλιππος ὁ βασιλεύς,

ὡς ἐπάνω προεῖπον, πρᾶξιν ἔχων ἐκ τῆς τῶν Μελιταιῶν πόλεως κατὰ δύο τρόπους ἥμαρτε· καὶ γὰρ τὰς κλίμακας ἐλάττους ἔχων ἦλθε τῆς χρείας καὶ τοῦ καιροῦ διέπεσε.

συνταξάμενος γὰρ ἥξειν περὶ μέσας νύκτας κατακεκοιμημένων ἤδη πάντων, πρὸ τοῦ δέοντος καιροῦ κινήσας ἐκ Λαρίσης καὶ προσπεσὼν πρὸς τὴν τῶν Μελιταιῶν χώραν, οὔτʼ ἐπιμένειν ἐδύνατο, δεδιὼς μὴ προσαγγελθείη τοῖς ἔνδον, οὔτʼ ἀνακάμψας ἔτι λαθεῖν.