Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πολλὴν μὲν ἐπισκέψεως χρείαν ἔχει τὰ συμβαίνοντα περὶ τὰς πολεμικὰς ἐπιβολάς· ἔστι δὲ δυνατὸν ἐν ἑκάστοις αὐτῶν εὐστοχεῖν, ἐὰν σὺν νῷ τις πράττῃ τὸ προτεθέν.

ὅτι μὲν οὖν ἐστι τῶν κατὰ πόλεμον ἔργων ἐλάττω τὰ προδήλως καὶ μετὰ βίας ἐπιτελούμενα τῶν μετὰ δόλου καὶ σὺν καιρῷ πραττομένων, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν ἐκ τῶν ἤδη γεγονότων·

ὅτι γε μὴν αὐτῶν τῶν ἐν καιρῷ πάλιν ἐνεργουμένων πλείω γίνεται τὰ διαμαρτανόμενα τῶν κατορθουμένων, οὐδὲ τοῦτο γνῶναι χαλεπὸν ἐκ τῶν συμβαινόντων.

καὶ μὴν διότι παρὰ τὰς τῶν ἡγουμένων ἀγνοίας ἢ ῥᾳθυμίας ἐπιτελεῖται τὰ πλεῖστα τῶν ἁμαρτημάτων, οὐδεὶς ἂν τοῦτʼ ἀπορήσειε.