Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λαθόντων δὲ καὶ τούτων καὶ στάντων ἐπὶ τοῦ τείχους βεβαίως, οὐκέτι κατὰ τὴν ἐξ ἀρχῆς τάξιν, ἀλλὰ κατὰ δύναμιν ἅπαντες ἀνέθεον διὰ τῶν κλιμάκων.

κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐπιπορευόμενοι τὴν ἐφοδείαν ἔρημον εὕρισκον· οἱ γὰρ εἰς τοὺς πύργους ἡθροισμένοι διὰ τὴν θυσίαν οἱ μὲν ἀκμὴν ἔπινον, οἱ δʼ ἐκοιμῶντο πάλαι μεθυσκόμενοι.

διὸ καὶ τοῖς μὲν πρώτοις καὶ τοῖς ἑξῆς ἐπιστάντες ἄφνω καὶ μεθʼ ἡσυχίας ἔλαθον τοὺς πλείστους αὐτῶν ἀποκτείναντες.

ἐπειδὴ δὲ τοῖς Ἑξαπύλοις ἤγγιζον καταβαίνοντες, ἐνῳκοδομημένην τὴν πρώτην πυλίδα διεῖλον, διʼ ἧς τόν τε στρατηγὸν καὶ τὸ λοιπὸν ἐδέξαντο στράτευμα. οὕτω δὴ τὰς Συρακούσας εἷλον Ῥωμαῖοι. [ξοδ. ωεσξηερι φολ. 100 ϝ. 341, 9 σς.]

οὐδενὸς ἐπεγνωκότος τῶν πολιτῶν τὸ συμβαῖνον διὰ τὴν ἀπόστασιν, ἅτε μεγάλης οὔσης τῆς πόλεως. [συιδας ϝ. Ἀπόστασις. ϝ. λιϝ. χχϝ, 24, 6.]

τοὺς δὲ Ῥωμαίους θαρρεῖν συνέβαινε,

κρατοῦντας τοῦ περὶ τὰς Ἐπιπολὰς τόπου. [συιδας ϝ. Ἐπιπολάς. ϝ. λιϝ. χχϝ, 24, 9.]

σὺν γὰρ τοῖς ἐπιδεδεμένοις φορτίοις τὰ κανθήλια λαβόντας ἐκ τῶν ὄπισθεν προθέσθαι πρὸ αὑτῶν ἐκέλευσε τοὺς πεζούς. οὗ γενομένου συνέβη παρὰ πάντας χάρακας ἀσφαλέστατον γενέσθαι τὸ πρόβλημα. [συιδας ϝ. Κανθήλιος. ϝ. λιϝ. χχϝ, 36, 7.]

Ἄγκαρα, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ἀγκαράτης, ὡς Πολύβιος ὀγδόῃ. [στεπη. βψζ. π. 15, 7 μειν.]

λοιπὸν τοῖς ἀδήλοις ἐλπίσι προσανέχων διὰ τὸ πρόδηλον τῆς τιμωρίας πᾶν ἔκρινεν ὑπομένειν. [εχξ. ϝατ. π. 374 μ. 26, 27 η.]

αἱ μὲν οὖν ἐπιφανέσταται πράξεις τῶν ὑπὸ τῆς προειρημένης ὀλυμπιάδος περιληφθεισῶν καὶ τοῦ τετραετοῦς διαστήματος, ὅ φαμεν δεῖν ὀλυμπιάδα νομίζειν, εἰσὶν αὗται· περὶ ὧν ἡμεῖς ἐν δυσὶ βυβλίοις πειρασόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν.

οὐκ ἀγνοῶ δὲ διότι συμβαίνει τὴν πραγματείαν ἡμῶν ἔχειν αὐστηρόν τι καὶ πρὸς ἓν γένος ἀκροατῶν οἰκειοῦσθαι καὶ κρίνεσθαι διὰ τὸ μονοειδὲς τῆς συντάξεως.