Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὃς οὐδὲν τῶν ἐνδεχομένων πρὸς εὐλάβειαν καὶ πρὸς ἀσφάλειαν παραλιπών, ἀλλʼ ὑπὲρ ἁπάντων προνοηθείς, ἐφʼ ὅσον ἀνθρωπίνῃ γνώμῃ δυνατὸν ἦν, ὅμως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.

τό γε μὴν συμβὰν ἔλεον μὲν τῷ παθόντι καὶ συγγνώμην ἀπειργάσατο παρὰ τοῖς ἐκτός, διαβολὴν δὲ καὶ μῖσος τοῖς πράξασιν. [Ὅτι Τιβέριος — συγγνώμην ἔχειν, κα 376, 2 ποστ θυαε περιιτ φολιυμ· εχξ. ϝατ. π. 374 μ. 26, 29 η, περὶ δὲ τῶν 375, 31 υσθυε αδ φινεμ ξοδ. υρβ. φολ. 101 εχξ. αντ. π. 196.]

ἐξηριθμήσατο τοὺς δόμους· ἦν γὰρ [*](σξιλ.) ὁ πύργος ἐκ συννόμων λίθων ᾠκοδομημένος, ὥστε καὶ λίαν εὐσυλλόγιστον εἶναι τὴν ἀπὸ γῆς τῶν ἐπάλξεων ἀπόστασιν. [συιδας ϝ. Συννόμων. ϝ. λιϝ. χχϝ, 23, 10.]

μετὰ δέ τινας ἡμέρας αὐτομόλου διασαφήσαντος ὅτι θυσίαν ἄγουσι πάνδημον οἱ κατὰ τὴν πόλιν ἐφʼ ἡμέρας ἤδη τρεῖς Ἀρτέμιδι καὶ τοῖς μὲν σιτίοις λιτοῖς χρῶνται διὰ τὴν σπάνιν, τῷ δʼ οἴνῳ δαψιλεῖ, πολὺν μὲν Ἐπικύδους δεδωκότος πολὺν δὲ Συρακοσίων, τότε προσαναλαβὼν ὁ Μάρκος τὸ τεῖχος καθʼ ὃ μέρος ἦν ταπεινότερον καὶ νομίσας εἰκὸς εἶναι τοὺς ἀνθρώπους μεθύειν διὰ τὴν ἄνεσιν καὶ τὴν ἔνδειαν τῆς ξηρᾶς τροφῆς ἐπεβάλετο καταπειράζειν τῆς ἐλπίδος.

ταχὺ δὲ κλιμάκων δυεῖν συντεθεισῶν εὐαρμόστων πρὸς τὸ τεῖχος, ἐγένετο περὶ τὰ συνεχῆ τῆς πράξεως καὶ τοῖς μὲν ἐπιτηδείοις πρὸς τὴν ἀνάβασιν καὶ τὸν ἐπιφανέστατον καὶ πρῶτον κίνδυνον ἐκοινολογεῖτο, περὶ τοῦ μέλλοντος μεγάλας ἐλπίδας αὐτοῖς ἐνδιδούς.

τοὺς δὲ τούτοις ὑπουργήσοντας καὶ προσοίσοντας κλίμακας ἐξέλεξε διασαφῶν οὐδὲν πλὴν ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον. πειθαρχησάντων δὲ κατὰ τὸ συνταχθὲν λαβὼν τὸν ἁρμόζοντα καιρὸν νυκτὸς ἤγειρε τοὺς πρώτους·