Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ταχὺ δὲ τοῦ τείχους λαμβάνοντας τὴν συντέλειαν διά τε τὴν τῶν Ταραντίνων σπουδὴν καὶ προθυμίαν καὶ τὴν τῶν Καρχηδονίων συνεργίαν, μετὰ ταῦτα διενοήθη καὶ τὴν ἄκραν ἐξελεῖν Ἀννίβας.

ἤδη δʼ ἐντελεῖς αὐτοῦ συνεσταμένου τὰς πρὸς τὴν πολιορκίαν παρασκευάς, παραπεσούσης ἐκ Μεταποντίου βοηθείας εἰς τὴν ἄκραν κατὰ θάλατταν, βραχύ τι ταῖς ψυχαῖς ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι νυκτὸς ἐπέθεντο τοῖς ἔργοις, καὶ πάσας διέφθειραν τὰς τῶν ἔργων καὶ μηχανημάτων κατασκευάς.

οὗ γενομένου τὸ μὲν πολιορκεῖν τὴν ἄκραν Ἀννίβας ἀπέγνω, τῆς δὲ τοῦ τείχους κατασκευῆς ἤδη τετελειωμένης, ἁθροίσας τοὺς Ταραντίνους ἀπεδείκνυε διότι κυριώτατόν ἐστι πρὸς τοὺς ἐνεστῶτας καιροὺς τὸ τῆς θαλάττης ἀντιλαμβάνεσθαι.

κρατούσης γὰρ τῆς ἄκρας τῶν κατὰ τὸν εἴσπλουν τόπων, ὡς ἐπάνω προεῖπον, οἱ μὲν Ταραντῖνοι τὸ παράπαν οὐκ ἠδύναντο χρῆσθαι ταῖς ναυσὶν οὐδʼ ἐκπλεῖν ἐκ τοῦ λιμένος, τοῖς δὲ Ῥωμαίοις κατὰ θάλατταν ἀσφαλῶς παρεκομίζετο τὰ πρὸς τὴν χρείαν·

οὗ συμβαίνοντος οὐδέποτε δυνατὸν ἦν βεβαίως ἐλευθερωθῆναι τὴν πόλιν.

ἃ συνορῶν ὁ Ἀννίβας ἐδίδασκε τοὺς Ταραντίνους ὡς, ἐὰν ἀποκλεισθῶσι τῆς κατὰ θάλατταν ἐλπίδος οἱ τὴν ἄκραν τηροῦντες, παρὰ πόδας αὐτοὶ διʼ αὑτῶν εἴξαντες λείψουσι ταύτην καὶ παραδώσουσι τὸν τόπον.