Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐπεὶ δὲ τέτταρες ὄντες ἐντὸς ἐγένοντο τῆς ῥινοπύλης, τὸν μὲν ἀνοίξαντα θεώμενον ἀκάκως καὶ ψηλαφῶντα τὸν ὗν αὐτοῦ πατάξαντες ἀπέκτειναν, τοὺς δʼ ἑπομένους μὲν αὑτοῖς, προηγουμένους δὲ τῶν ἄλλων, Λίβυας, ὄντας εἰς τριάκοντα, σχολῇ καὶ μεθʼ ἡσυχίας παρῆκαν διὰ τῆς πυλίδος.

γενομένου δὲ τούτου κατὰ τὸ συνεχὲς οἱ μὲν τοὺς μοχλοὺς διέκοπτον, οἱ δὲ τοὺς ἐπὶ τοῦ πυλῶνος ἐφόνευον, οἱ δὲ τοὺς ἔξω Λίβυας ἐκάλουν διὰ συνθημάτων.

εἰσελθόντων δὲ καὶ τούτων ἀσφαλῶς, προῆγον ὡς ἐπὶ τὴν ἀγορὰν κατὰ τὸ συντεταγμένον.

ἅμα δὲ τῷ συμμῖξαι καὶ τούτους, περιχαρὴς γενόμενος Ἀννίβας ἐπὶ τῷ κατὰ νοῦν αὐτῷ

προχωρεῖν τὴν πρᾶξιν εἴχετο τῶν προκειμένων. ἀπομερίσας δὲ τῶν Κελτῶν εἰς δισχιλίους, καὶ διελὼν εἰς τρία μέρη τούτους, συνέστησε τῶν νεανίσκων δύο πρὸς ἕκαστον μέρος τῶν χειριζόντων τὴν πρᾶξιν.

ἀκολούθως δὲ καὶ τῶν παρʼ αὑτοῦ τινας ἡγεμόνων συνεξαπέστειλε, προστάξας διαλαβεῖν τῶν εἰς τὴν ἀγορὰν φερουσῶν ὁδῶν τὰς εὐκαιροτάτας.

ὅταν δὲ τοῦτο πράξωσι, τοῖς μὲν ἐγχωρίοις νεανίσκοις ἐξαιρεῖσθαι παρήγγειλε καὶ σῴζειν τοὺς ἐντυγχάνοντας τῶν πολιτῶν, ἀναβοῶντας ἐκ πολλοῦ μένειν κατὰ χώραν Ταραντίνους, ὡς ὑπαρχούσης αὐτοῖς τῆς ἀσφαλείας,

τοῖς δὲ παρὰ τῶν Καρχηδονίων καὶ τῶν Κελτῶν ἡγεμόσι κτείνειν διεκελεύσατο τοὺς ἐντυγχάνοντας τῶν Ῥωμαίων. οὗτοι μὲν οὖν χωρισθέντες ἀλλήλων ἔπραττον μετὰ ταῦτα τὸ προσταχθέν.

τῆς δὲ τῶν πολεμίων εἰσόδου καταφανοῦς ἤδη γενομένης τοῖς Ταραντίνοις, πλήρης ἡ πόλις κραυγῆς ἐγίνετο καὶ ταραχῆς παρηλλαγμένης.

ὁ μὲν οὖν Γάϊος, προσπεσούσης αὐτῷ τῆς εἰσόδου τῶν πολεμίων, συννοήσας ἀδύνατον αὑτὸν ὄντα διὰ τὴν μέθην, εὐθέως ἐξελθὼν ἐκ τῆς οἰκίας μετὰ τῶν οἰκετῶν καὶ παραγενόμενος ἐπὶ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν λιμένα, καὶ μετὰ ταῦτα τοῦ φύλακος ἀνοίξαντος αὐτῷ τὴν ῥινοπύλην, διαδὺς ταύτῃ καὶ λαβόμενος ἀκατίου τῶν ὁρμούντων, ἐμβὰς μετὰ τῶν οἰκετῶν εἰς τὴν ἄκραν παρεκομίσθη.

κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Φιλήμενον, ἡτοιμασμένοι σάλπιγγας Ῥωμαϊκὰς καί τινας τῶν αὐταῖς χρῆσθαι δυναμένων διὰ τὴν συνήθειαν, στάντες ἐπὶ τὸ θέατρον ἐσήμαινον.

τῶν δὲ Ῥωμαίων βοηθούντων ἐν τοῖς ὅπλοις κατὰ τὸν ἐθισμὸν εἰς τὴν ἄκραν, ἐχώρει τὸ πρᾶγμα κατὰ τὴν πρόθεσιν τοῖς Καρχηδονίοις·

παραγενόμενοι γὰρ ταῖς πλατείαις ἀτάκτως καὶ σποράδην οἱ μὲν εἰς τοὺς Καρχηδονίους ἐνέπιπτον, οἱ δʼ εἰς τοὺς Κελτούς· καὶ δὴ τῷ τοιούτῳ τρόπῳ φονευομένων αὐτῶν πολύ τι πλῆθος διεφθάρη.