Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

μετὰ δὲ ταῦτα πολλή τις ἦν ἀπορία καὶ δυσχρηστία περὶ τοὺς ἔνδον.

Ἀντίοχος δὲ διακεχειρισμένος τὸν Ἀχαιὸν ἐπεῖχε τοῖς κατὰ τὴν ἄκραν ἀεί, πεπεισμένος ἀφορμὴν ἐκ τῶν ἔνδον αὑτῷ παραδοθήσεσθαι, καὶ μάλιστα διὰ τῶν στρατιωτῶν.

ὃ καὶ τέλος ἐγένετο· στασιάσαντες γὰρ πρὸς σφᾶς ἐμερίσθησαν, οἱ μὲν πρὸς Ἀρίβαζον, οἱ δὲ πρὸς τὴν Λαοδίκην. οὗ γενομένου διαπιστήσαντες ἀλλήλοις ταχέως ἀμφότεροι παρέδοσαν αὑτοὺς καὶ τὰς ἀκροπόλεις.

Ἀχαιὸς μὲν οὖν πάντα τὰ κατὰ λόγον πράξας,

ὑπὸ δὲ τῆς τῶν πιστευθέντων ἡττηθεὶς ἀθεσίας, κατεστρέψατο τὸν βίον, κατὰ δύο τρόπους οὐκ ἀνωφελὲς ὑπόδειγμα γενόμενος τοῖς ἐπεσομένοις,

καθʼ ἕνα μὲν πρὸς τὸ μηδενὶ πιστεύειν ῥᾳδίως, καθʼ ἕτερον δὲ πρὸς τὸ μὴ μεγαλαυχεῖν ἐν ταῖς εὐπραγίαις, πᾶν δὲ προσδοκᾶν ἀνθρώπους ὄντας. [ξοδ. υρβ. φολ. 109 εχξ. αντ. π. 199 ετ ινδε αβ 360, 10. πιστεύειν εχξ. ϝατ. π. 374 μ. 27, 1 η. ποστ υνιυς φολιι λαξυναμ ϝ. ϝιιι, 36, 9.]

ὅτι Καύαρος ὁ βασιλεὺς τῶν ἐν τῇ Θρᾴκῃ Γαλατῶν βασιλικὸς ὑπάρχων τῇ φύσει καὶ μεγαλόφρων, πολλὴν μὲν ἀσφάλειαν παρεσκεύαζε τοῖς προσπλέουσι τῶν ἐμπόρων εἰς τὸν Πόντον,

μεγάλας δὲ παρείχετο χρείας τοῖς Βυζαντίοις ἐν τοῖς πρὸς τοὺς Θρᾷκας καὶ Βιθυνοὺς πολέμοις. [εχξ. πειρ. π. 26.]

Πολύβιος .

. ἐν ὀγδόῃ ἱστοριῶν, Καύαρος, φησίν, ὁ Γαλάτης, ὢν τἄλλα ἀνὴρ ἀγαθός, ὑπὸ Σωστράτου τοῦ κόλακος διεστρέφετο, ὃς ἦν Χαλκηδόνιος γένος. [ατηεναευς ϝι, 60 π. 252ξ.]

ὅτι Ξέρξου βασιλεύοντος πόλεως Ἀρμόσατα, ἣ κεῖται πρὸς τῷ Καλῷ πεδίῳ καλουμένῳ, μέσον Εὐφράτου καὶ Τίγριδος, ταύτῃ τῇ πόλει παραστρατοπεδεύσας Ἀντίοχος ὁ βασιλεὺς ἐπεβάλετο πολιορκεῖν αὐτήν.

θεωρῶν δὲ τὴν παρασκευὴν τοῦ βασιλέως ὁ Ξέρξης, τὸ μὲν πρῶτον αὑτὸν ἐκποδὼν ἐποίησε, μετὰ δέ τινα χρόνον δείσας μὴ τοῦ βασιλείου κρατηθέντος ὑπὸ τῶν ἐχθρῶν καὶ τἄλλα τὰ κατὰ τὴν ἀρχὴν αὐτῷ διατραπῇ, μετεμελήθη καὶ διεπέμψατο πρὸς τὸν Ἀντίοχον, φάσκων βούλεσθαι συνελθεῖν εἰς λόγους.

οἱ μὲν οὖν πιστοὶ τῶν φίλων οὐκ ἔφασκον δεῖν προΐεσθαι τὸν νεανίσκον λαβόντες εἰς χεῖρας, ἀλλὰ συνεβούλευον κυριεύσαντα τῆς πόλεως Μιθριδάτῃ παραδοῦναι τὴν δυναστείαν, ὃς ἦν υἱὸς τῆς ἀδελφῆς αὐτοῦ κατὰ φύσιν.

ὁ δὲ βασιλεὺς τούτων μὲν οὐδενὶ προσέσχε, μεταπεμψάμενος δὲ τὸν νεανίσκον διελύσατο τὴν ἔχθραν, ἀφῆκε δὲ τὰ πλεῖστα τῶν χρημάτων, ἃ συνέβαινε τὸν πατέρα προσοφείλειν αὐτῷ τῶν φόρων.

λαβὼν δὲ παραχρῆμα τριακόσια τάλαντα παρʼ αὐτοῦ καὶ χιλίους ἵππους καὶ χιλίους ἡμιόνους μετὰ τῆς ἐπισκευῆς τά τε κατὰ τὴν ἀρχὴν ἅπαντʼ ἀποκατέστησε, καὶ συνοικίσας αὐτῷ τὴν ἀδελφὴν Ἀντιοχίδα πάντας τοὺς ἐκείνων τῶν τόπων ἐψυχαγώγησε καὶ προσεκαλέσατο, δόξας μεγαλοψύχως καὶ βασιλικῶς τοῖς πράγμασι κεχρῆσθαι. [εχξ. πειρ. π. 26.]