Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸ μὲν πρῶτον ἀναπόκριτος οἰμωγὴ καὶ θρῆνοι παράλογοι κατεῖχον τοὺς περὶ τὴν ἀκρόπολιν, οὐχ οὕτως διὰ τὴν πρὸς τὸν Ἀχαιὸν εὔνοιαν ὡς διὰ τὸ παράδοξον καὶ τελέως ἀνέλπιστον ἑκάστῳ φαίνεσθαι τὸ συμβεβηκός,

μετὰ δὲ ταῦτα πολλή τις ἦν ἀπορία καὶ δυσχρηστία περὶ τοὺς ἔνδον.

Ἀντίοχος δὲ διακεχειρισμένος τὸν Ἀχαιὸν ἐπεῖχε τοῖς κατὰ τὴν ἄκραν ἀεί, πεπεισμένος ἀφορμὴν ἐκ τῶν ἔνδον αὑτῷ παραδοθήσεσθαι, καὶ μάλιστα διὰ τῶν στρατιωτῶν.