Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

δοκῶν δὲ τότε καὶ ταῖς αὑτοῦ δυνάμεσι καὶ ταῖς τῶν ὑπεναντίων ἐν ὀχυρωτάτῳ τόπῳ τῆς οἰκουμένης διατρίβειν, ἐκάθητο δεδεμένος ἐπὶ τῆς γῆς, ὑποχείριος γενόμενος τοῖς ἐχθροῖς, οὐδέπω γινώσκοντος οὐθενὸς ἁπλῶς τὸ γεγονὸς πλὴν τῶν πραξάντων.

οὐ μὴν ἀλλʼ ἅμα τῷ φωτὶ συναθροιζομένων τῶν φίλων εἰς τὴν σκηνὴν κατὰ τὸν ἐθισμόν, καὶ τοῦ πράγματος ὑπὸ τὴν ὄψιν θεωρουμένου, τὸ παραπλήσιον τῷ βασιλεῖ συνέβαινε πάσχειν καὶ τοὺς ἄλλους· θαυμάζοντες γὰρ τὸ γεγονὸς ἠπίστουν τοῖς ὁρωμένοις.

καθίσαντος δὲ τοῦ συνεδρίου, πολλοὶ μὲν ἐγίνοντο λόγοι περὶ τοῦ τίσι δεῖ κατʼ αὐτοῦ χρήσασθαι τιμωρίαις·

ἔδοξε δʼ οὖν πρῶτον μὲν ἀκρωτηριάσαι τὸν ταλαίπωρον, μετὰ δὲ ταῦτα τὴν κεφαλὴν ἀποτεμόντας αὐτοῦ καὶ καταρράψαντας εἰς ὄνειον ἀσκὸν ἀνασταυρῶσαι τὸ σῶμα.

γενομένων δὲ τούτων, καὶ τῆς δυνάμεως ἐπιγνούσης τὸ συμβεβηκός, τοιοῦτος ἐνθουσιασμὸς ἐγένετο καὶ παράστασις τοῦ στρατοπέδου παντὸς ὥστε τὴν Λαοδίκην ἐκ τῆς ἄκρας μόνον συνειδυῖαν τὴν ἔξοδον τἀνδρός, τεκμήρασθαι τὸ γεγονὸς ἐκ τῆς περὶ τὸ στρατόπεδον ταραχῆς καὶ κινήσεως.