Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῷ μὲν γὰρ Ἀκρολίσσῳ διὰ τὴν ὀχυρότητα πιστεύοντες μετρίαν

τινὰ τελέως εἰς αὐτὸν ἀπένειμαν φυλακήν. διόπερ ἅμα τῷ συνεγγίζειν τοὺς Μακεδόνας εὐθέως ἐκ τῆς πόλεως ἐξεχέοντο, θαρροῦντες ἐπί τε τῷ πλήθει καὶ ταῖς τῶν τόπων ὀχυρότησι.

τοὺς μὲν οὖν πελταστὰς ὁ βασιλεὺς ἐν τοῖς ἐπιπέδοις ἐπέστησε, τοῖς δὲ κούφοις παρήγγειλε προβαίνειν πρὸς τοὺς λόφους καὶ συμπλέκεσθαι πρὸς τοὺς πολεμίους ἐρρωμένως. ποιούντων δὲ τὸ παραγγελθέν,

ἐπὶ ποσὸν μὲν ὁ κίνδυνος πάρισος ἦν μετὰ δὲ ταῦτα καὶ ταῖς δυσχωρίαις εἴξαντες οἱ παρὰ τοῦ Φιλίππου καὶ τῷ πλήθει τῶν πολεμίων ἐτράπησαν.

καταφυγόντων δὲ τούτων εἰς τοὺς πελταστὰς οἱ μὲν ἐκ τῆς πόλεως καταφρονήσαντες προῄεσαν καὶ συγκαταβάντες ἐν τοῖς ἐπιπέδοις προσεμάχοντο τοῖς πελτασταῖς·

οἱ δὲ τὸν Ἀκρόλισσον φυλάττοντες, θεωροῦντες τὸν Φίλιππον ἐκ διαδοχῆς ταῖς σπείραις ἐπὶ πόδα ποιούμενον τὴν ἀναχώρησιν, καὶ δόξαντες τοῖς ὅλοις αὐτὸν εἴκειν, ἔλαθον ἐκκληθέντες διὰ τὸ πιστεύειν τῇ φύσει τοῦ τόπου,

κἄπειτα κατʼ ὀλίγους ἐκλιπόντες τὸν Ἀκρόλισσον κατέρρεον ταῖς ἀνοδίαις εἰς τοὺς ὁμαλοὺς καὶ πεδινοὺς τόπους, ὡς ἤδη τινὸς ὠφελείας καὶ τροπῆς τῶν πολεμίων ἐσομένης.

κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ τὰς ἐνέδρας ἐκ τῆς μεσογαίας διειληφότες ἀφανῶς ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν ἔφοδον· ἅμα δὲ τούτοις ἐκ μεταβολῆς οἱ πελτασταὶ συνεπέθεντο τοῖς ὑπεναντίοις.