Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πάλαι δὲ τῇ διανοίᾳ περὶ τὸν Λίσσον καὶ τὸν Ἀκρόλισσον ὤν, καὶ σπουδάζων ἐγκρατὴς γενέσθαι τῶν τόπων τούτων, ὥρμησε μετὰ τῆς δυνάμεως· ποιησάμενος δὲ τὴν πορείαν ἐπὶ δύʼ ἡμέρας,

καὶ διελθὼν τὰ στενά, κατέζευξε παρὰ τὸν Ἀρδάξανον ποταμόν, οὐ μακρὰν τῆς πόλεως.

θεωρῶν δὲ τόν τε τοῦ Λίσσου περίβολον καὶ τὰ πρὸς τῇ θαλάττῃ καὶ τὰ πρὸς τὴν μεσόγαιον ἠσφαλισμένον διαφερόντως καὶ φύσει καὶ κατασκευῇ, τόν τε παρακείμενον Ἀκρόλισσον αὐτῷ καὶ διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ διὰ τὴν ἄλλην ἐρυμνότητα τοιαύτην ἔχοντα φαντασίαν ὥστε μηδʼ ἂν ἐλπίσαι μηδένα κατὰ κράτος ἑλεῖν, τῆς μὲν περὶ τοῦτον ἐλπίδος ἀπέστη τελέως, τῆς δὲ πόλεως οὐ λίαν ἀπήλπισε.

συνθεωρήσας δὲ τὸ μεταξὺ διάστημα τοῦ Λίσσου καὶ τοῦ κατὰ τὸν Ἀκρόλισσον πρόποδος σύμμετρον ὑπάρχον πρὸς τὴν ἐπιβολὴν τὴν κατὰ τῆς πόλεως, κατὰ τοῦτο διενοήθη συστησάμενος ἀκροβολισμὸν χρήσασθαι στρατηγήματι πρὸς τὸ παρὸν οἰκείῳ.

δοὺς δὲ μίαν ἡμέραν πρὸς ἀνάπαυσιν τοῖς Μακεδόσι, καὶ παρακαλέσας ἐν αὐτῇ τὰ πρέποντα τῷ καιρῷ, τὸ μὲν πολὺ μέρος καὶ χρησιμώτατον τῶν εὐζώνων ἔτι νυκτὸς εἴς τινας φάραγγας ὑλώδεις ἔκρυψε κατὰ τὸν ἐπὶ τῆς μεσογαίου τόπον ὑπὲρ τὸ προειρημένον διάστημα,

τοὺς δὲ πελταστὰς εἰς τὴν ἐπαύριον ἔχων καὶ τὸ λοιπὸν μέρος τῶν εὐζώνων ἐπὶ θάτερα τῆς πόλεως κατὰ θάλατταν ἐχρῆτο τῇ πορείᾳ.

περιελθὼν δὲ τὴν πόλιν, καὶ γενόμενος κατὰ τὸν προειρημένον τόπον, δῆλος ἦν ὡς ταύτῃ ποιησόμενος τὴν πρὸς τὴν πόλιν ἀνάβασιν.

οὐκ ἀγνοουμένης δὲ τῆς τοῦ Φιλίππου παρουσίας ἦν πλῆθος ἱκανὸν ἐξ ἁπάσης τῆς πέριξ Ἰλλυρίδος εἰς τὸν Λίσσον ἡθροισμένον·

τῷ μὲν γὰρ Ἀκρολίσσῳ διὰ τὴν ὀχυρότητα πιστεύοντες μετρίαν