Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καίτοι γε πολλῷ σεμνότερον ἦν καὶ δικαιότερον ἐν τῇ περὶ τῆς Ἑλλάδος ὑποθέσει τὰ πεπραγμένα Φιλίππῳ συμπεριλαβεῖν ἤπερ ἐν τῇ Φιλίππου τὰ τῆς Ἑλλάδος. οὐδὲ γὰρ προκαταληφθεὶς ὑπὸ βασιλικῆς δυναστείας,

καὶ τυχὼν ἐξουσίας, οὐδεὶς ἂν ἐπέσχε σὺν καιρῷ ποιήσασθαι μετάβασιν ἐπὶ τὸ τῆς Ἑλλάδος ὄνομα καὶ πρόσωπον· ἀπὸ δὲ ταύτης ἀρξάμενος καὶ προβὰς ἐπὶ ποσὸν οὐδʼ ὅλως οὐδεὶς ἂν ἠλλάξατο μονάρχου πρόσχημα καὶ βίον, ἀκεραίῳ χρώμενος γνώμῃ.

καὶ τί δήποτʼ ἦν τὸ τὰς τηλικαύτας ἐναντιώσεις βιασάμενον παριδεῖν Θεόπομπον; εἰ μὴ νὴ Δίʼ ὅτι ἐκείνης μὲν τῆς ὑποθέσεως τέλος ἦν τὸ καλόν, τῆς δὲ κατὰ Φίλιππον τὸ συμφέρον.

οὐ μὴν ἀλλὰ πρὸς μὲν ταύτην τὴν ἁμαρτίαν, καθὸ μετέβαλε τὴν ὑπόθεσιν, ἴσως ἂν εἶχέ τι λέγειν, εἴ τις αὐτὸν ἤρετο περὶ τούτων·

πρὸς δὲ τὴν κατὰ τῶν φίλων αἰσχρολογίαν οὐκ ἂν οἶμαι δυνηθῆναι λόγον αὐτὸν ἀποδοῦναι, συγχωρῆσαι δὲ διότι πολύ τι παρέπεσε τοῦ καθήκοντος. [εχξ. πειρ. π. 18; 9, 6 — 9, 13 οὐδʼ ὁποίους ατηεν. ιϝ, 62 π. 167β; ϝι, 77 π. 260δ; 9, 9 τί γὰρ — οὐκ ἀπῆν ξοδ. υρβ. φολ. 107 μαργο.]

Φίλιππος δὲ τοὺς μὲν Μεσσηνίους πολεμίους γεγονότας οὐδὲν ἄξιον ἠδυνήθη λόγου βλάψαι, καίπερ ἐπιβαλόμενος κακοποιεῖν αὐτῶν τὴν χώραν, εἰς δὲ τοὺς ἀναγκαιοτάτους τῶν φίλων τὴν μεγίστην ἀσέλγειαν ἐναπεδείξατο.

τὸν γὰρ πρεσβύτερον Ἄρατον, δυσαρεστηθέντα τοῖς ὑπʼ αὐτοῦ πεπραγμένοις ἐν τῇ Μεσσήνῃ, μετʼ οὐ πολὺ μετὰ Ταυρίωνος τοῦ χειρίζοντος αὐτῷ τὰ κατὰ Πελοπόννησον ἐπανείλατο φαρμάκῳ.

παραυτίκα μὲν οὖν ἠγνοεῖτο παρὰ τοῖς ἐκτὸς τὸ γεγονός· καὶ γὰρ ἦν ἡ δύναμις οὐ τῶν παρʼ αὐτὸν τὸν καιρὸν ἀπολλυουσῶν, ἀλλὰ χρόνον ἔχουσα καὶ διάθεσιν ἐργαζομένη·

τόν γε μὴν Ἄρατον αὐτὸν οὐκ ἐλάνθανε τὸ κακόν. ἐγένετο δὲ δῆλον ἐκ τούτων·

ἅπαντας γὰρ ἐπικρυπτόμενος τοὺς ἄλλους, πρὸς ἕνα τῶν ὑπηρετῶν Κεφάλωνα διὰ τὴν συνήθειαν οὐκ ἔστεξε τὸν λόγον, ἀλλʼ ἐπιμελῶς αὐτῷ κατὰ τὴν ἀρρωστίαν τοῦ προειρημένου συμπαρόντος καί τι τῶν πρὸς τῷ τοίχῳ πτυσμάτων ἐπισημηναμένου δίαιμον ὑπάρχον, εἶπε "ταῦτα τἀπίχειρα τῆς φιλίας, ὦ Κεφάλων, κεκομίσμεθα τῆς πρὸς Φίλιππον"

. οὕτως ἐστὶ μέγα τι καὶ καλὸν χρῆμα μετριότης, ὥστε μᾶλλον ὁ παθὼν τοῦ πράξαντος ᾐσχύνετο τὸ γεγονός, εἰ τοσούτων καὶ τηλικούτων κεκοινωνηκὼς ἔργων ἐπὶ τῷ τοῦ Φιλίππου συμφέροντι τοιαῦτα τἀπίχειρα κεκόμισται τῆς εὐνοίας.