Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦ δὲ ταῦτʼ εἰπόντος, ἤρετο τοὺς περὶ τὸν Ἱπποκράτην ποίας μετέχουσι γνώμης. τῶν δὲ φησάντων τῆς Ἀδρανοδώρου, πέρας εἶχε τὸ διαβούλιον. καὶ τὰ μὲν τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἐκεκύρωτο τὸν τρόπον τοῦτον·

βουλόμενος δὲ μὴ σκαιῶς δοκεῖν ἀποκρίνεσθαι τοῖς πρεσβευταῖς, εἰς τηλικαύτην ἀστοχίαν ἐνέπεσε διʼ ἧς τοῖς Ῥωμαίοις οὐ μόνον δυσαρεστήσειν, ἀλλὰ καὶ προσκόπτειν ἔμελλε προφανῶς.

ἔφη γὰρ ἐμμενεῖν ἐν ταῖς συνθήκαις, ἐὰν αὐτῷ πρῶτον μὲν τὸ χρυσίον ἀποδῶσι πᾶν, ὃ παρʼ Ἱέρωνος ἔλαβον τοῦ πάππου, δεύτερον δὲ τὸν σῖτον ἐκ παντὸς ἀποκαταστήσωσι τοῦ χρόνου καὶ τὰς ἄλλας δωρεάς, ἃς εἶχον παρʼ ἐκείνου, τὸ δὲ τρίτον ὁμολογήσωσι τὴν ἐντὸς Ἱμέρα ποταμοῦ χώραν καὶ πόλεις εἶναι Συρακοσίων.

οἱ μὲν οὖν πρεσβευταὶ καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν· οἱ δὲ περὶ τὸν Ἱερώνυμον ἀπὸ τούτων τῶν καιρῶν ἐνήργουν τὰ τοῦ πολέμου, καὶ τάς τε δυνάμεις ἥθροιζον καὶ καθώπλιζον τάς τε λοιπὰς χορηγίας ἡτοίμαζον. [εχξ. δε λεγατ. π. 1.]

ἡ γὰρ τῶν Λεοντίνων πόλις τῷ μὲν ὅλῳ κλίματι τέτραπται πρὸς τὰς ἄρκτους,

ἔστι δὲ διὰ μέσης αὐτῆς αὐλὼν ἐπίπεδος, ἐν ᾧ συμβαίνει τάς τε τῶν ἀρχείων καὶ δικαστηρίων κατασκευὰς καὶ καθόλου τὴν ἀγορὰν ὑπάρχειν.

τοῦ δʼ αὐλῶνος παρʼ ἑκατέραν τὴν πλευρὰν παρήκει λόφος, ἔχων ἀπορρῶγα συνεχῆ· τὰ δʼ ἐπίπεδα τῶν λόφων τούτων ὑπὲρ τὰς ὀφρῦς οἰκιῶν ἐστι πλήρη καὶ ναῶν.

δύο δʼ ἔχει πυλῶνας ἡ πόλις, ὧν ὁ μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν πέρατός ἐστιν οὗ προεῖπον αὐλῶνος, φέρων ἐπὶ Συρακούσας, ὁ δʼ ἕτερος ἐπὶ τοῦ πρὸς ἄρκτους, ἄγων ἐπὶ τὰ Λεοντῖνα καλούμενα πεδία καὶ τὴν γεωργήσιμον χώραν.

ὑπὸ δὲ τὴν μίαν ἀπορρῶγα, τὴν πρὸς τὰς δύσεις, παραρρεῖ ποταμός, ὃν καλοῦσι Λίσσον.