Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦ τόπου κρημνώδους ὑπάρχοντος διαφερόντως, καὶ φάραγγος ὑποκειμένης, εἰς ἣν ῥιπτεῖσθαι συνέβαινε τοὺς ἐκ τῆς πόλεως νεκροὺς καὶ τὰς τῶν ἵππων καὶ τὰς τῶν ὑποζυγίων τῶν ἀποθνησκόντων κοιλίας, εἰς τοῦτον αἰεὶ τὸ τῶν γυπῶν καὶ τῶν ἄλλων ὀρνέων πλῆθος ἡθροίζετο.

συνθεωρήσας οὖν ὁ προειρημένος ἀνήρ, ὅτε πληρωθείη τὰ ζῷα, τὰς ἀναπαύσεις ἐπὶ τῶν κρημνῶν καὶ τοῦ τείχους ποιούμενα συνεχῶς, ἔγνω διότι κατʼ ἀνάγκην ἀφυλακτεῖται τὸ τεῖχος καὶ γίνεται τὸν πλεῖστον χρόνον ἔρημον.

λοιπὸν ἐπιμελῶς τὴν νύκτα προσπορευόμενος ἐξήταζε τὰς προσβάσεις καὶ θέσεις τῶν κλιμάκων.

εὑρίσκων δὲ κατά τινα τόπον καὶ καθʼ ἕνα τῶν κρημνῶν δυνατὴν οὖσαν, προσφέρει τῷ

βασιλεῖ τὸν περὶ τούτων λόγον. τοῦ δὲ δεξαμένου τὴν ἐλπίδα καὶ παρακαλέσαντος τὸν Λαγόραν ἐπιτελεῖν τὴν πρᾶξιν, αὐτὸς μὲν ὑπισχνεῖτο τὰ δυνατὰ ποιήσειν,

ἠξίου δὲ τὸν βασιλέα Θεόδοτον αὐτῷ τὸν Αἰτωλὸν καὶ Διονύσιον τὸν ἡγεμόνα τῶν ὑπασπιστῶν παρακελεύσαντα συστῆσαι συνεπιδοῦναι σφᾶς καὶ κοινωνῆσαι τῆς ἐπιβολῆς, διὰ τὸ δοκεῖν ἑκάτερον ἱκανὴν δύναμιν ἔχειν καὶ τόλμαν πρὸς τὴν ἐπινοουμένην πρᾶξιν.

τοῦ δὲ βασιλέως παραχρῆμα ποιήσαντος τὸ παρακαλούμενον, συμφρονήσαντες οἱ προειρημένοι καὶ κοινωσάμενοι περὶ πάντων ἑαυτοῖς ἐτήρουν νύκτα τὸ περὶ τὴν ἑωθινὴν μέρος ἔχουσαν ἀσέληνον.

λαβόντες δὲ τοιαύτην, ἐν ᾗ πράττειν ἔμελλον ἡμέρᾳ, τῇ πρότερον ὀψίας δείλης ἐπέλεξαν ἐκ παντὸς τοῦ στρατοπέδου πεντεκαίδεκα τοὺς εὐρωστοτάτους ἄνδρας καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς, οἵτινες ἔμελλον ἅμα μὲν προσοίσειν τὰς κλίμακας, ἅμα δὲ συναναβήσεσθαι καὶ μεθέξειν αὐτοῖς τῆς τόλμης.

μετὰ δὲ τούτους ἄλλους ἐπελέξαντο τριάκοντα τοὺς ἐν ἀποστήματι συνεφεδρεύσοντας, ἵνʼ ἐπειδὰν ὑπερβάντες αὐτοὶ πρὸς τὴν παρακειμένην παραγένωνται πύλην, οὗτοι μὲν ἔξωθεν προσπεσόντες πειρῶνται διακόπτειν τοὺς στροφεῖς καὶ τὸ ζύγωμα τῶν πυλῶν, αὐτοὶ δὲ τὸν μοχλὸν ἔνδοθεν καὶ τὰς βαλανάγρας,

δισχιλίους δὲ τοὺς κατόπιν ἀκολουθήσοντας τούτοις, οὓς συνεισπεσόντας ἔδει καταλαβέσθαι τὴν τοῦ θεάτρου στεφάνην, εὐφυῶς κειμένην πρός τε τοὺς ἐκ τῆς ἄκρας καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως.