Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὕτως ἐν τοῖς κατʼ Αἰτωλοὺς Δημητρίῳ κατακολουθήσας ἠσέβει μὲν εἰς τοὺς θεούς, τὰ καθιερωμένα τῶν ἀναθημάτων διαφθείρων, ἡμάρτανε δὲ περὶ τοὺς ἀνθρώπους, ὑπερβαίνων τοὺς τοῦ πολέμου νόμους, ἠστόχει δὲ τῆς σφετέρας προαιρέσεως, ἀπαραίτητον καὶ πικρὸν ἑαυτὸν ἀποδεικνύων ἐχθρὸν τοῖς διαφερομένοις.

ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ Κρήτην· καὶ γὰρ ἐπʼ ἐκείνων Ἀράτῳ μὲν καθηγεμόνι χρησάμενος περὶ τῶν ὅλων, οὐχ οἷον ἀδικήσας, ἀλλʼ οὐδὲ λυπήσας οὐδένα τῶν κατὰ τὴν νῆσον, ἅπαντας μὲν εἶχε τοὺς Κρηταιεῖς ὑποχειρίους, ἅπαντας δὲ τοὺς Ἕλληνας εἰς τὴν πρὸς αὑτὸν εὔνοιαν ἐπήγετο διὰ τὴν σεμνότητα τῆς προαιρέσεως.

οὕτω πάλιν ἐπακολουθήσας Δημητρίῳ καὶ παραίτιος γενόμενος Μεσσηνίοις τῶν ἄρτι ῥηθέντων ἀτυχημάτων, ἅμα τὴν παρὰ τοῖς συμμάχοις εὔνοιαν καὶ τὴν παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἀπέβαλε πίστιν.

τηλικαύτην τοῖς νέοις βασιλεῦσι ῥοπὴν ἔχει καὶ πρὸς ἀτυχίαν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἀρχῆς ἡ τῶν παρεπομένων φίλων ἐκλογὴ καὶ κρίσις, ὑπὲρ ἧς οἱ πλείους οὐκ οἶδʼ ὅπως ῥᾳθυμοῦντες οὐδὲ τὴν ἐλαχίστην ποιοῦνται πρόνοιαν. [εχξ. πειρ. π. 17 ετ ινδε α 327, 20 ὅτι μεγάλην τοῖς νέοις β. ϝατ. π. 373 μ. 26, 24 η.]

ἐκπέμπουσι τῶν Κρητῶν τινας ὡς ἐπὶ λῃστείαν, δόντες ἐπιστολὴν διεσκευασμένην. [συιδας ϝ. διεσκευασμένην; ϝ. λιϝ. χχιϝ, 31, 6].

Μασύλιοι, Λιβυκὸν ἔθνος· Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι [στεπη. βψζ. π. 436, 20 μειν. ετ ευστατη. ξομμ. μυελλερ γεογρ. μιν. ιι 187 π. 250 μ. Πολύβιος δὲ Μασυλεῖς γράφει αὐτούς. ϝ. πολ. ιιι, 33, 15].

λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ· οἱ δὲ τὸν Ὠρικὸν κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν [τὴν αδδ. ευστατη.] πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰς2πλέοντι [στεπη. βψζ. π. 709, 19 μειν. ετ ευστατη. ξομμεντ. 321 π. 273 μ.; ϝ. λιϝ. χχιϝ, 40, 2].

περὶ δὲ τὰς Σάρδεις ἄπαυστοι καὶ συνεχεῖς ἀκροβολισμοὶ συνίσταντο καὶ κίνδυνοι καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, πᾶν γένος ἐνέδρας, ἀντενέδρας, ἐπιθέσεως ἐξευρισκόντων τῶν στρατιωτῶν κατʼ ἀλλήλων· περὶ ὧν γράφειν τὰ κατὰ μέρος οὐ μόνον ἀνωφελὲς ἀλλὰ καὶ μακρὸν ἂν εἴη τελέως.

τὸ δὲ πέρας, ἤδη τῆς πολιορκίας δεύτερον ἔτος ἐνεστώσης, Λαγόρας ὁ Κρής, τριβὴν ἔχων ἐν τοῖς πολεμικοῖς ἱκανήν, καὶ συνεωρακὼς ὅτι συμβαίνει τὰς ὀχυρωτάτας πόλεις ὡς ἐπὶ τὸ πολὺ ῥᾷστα γίνεσθαι τοῖς πολεμίοις ὑποχειρίους διὰ τὴν ὀλιγωρίαν τῶν ἐνοικούντων, ὅταν πιστεύσαντες ταῖς ὀχυρότησι ταῖς φυσικαῖς ἢ χειροποιήτοις ἀφυλακτῶσι καὶ ῥᾳθυμῶσι τὸ παράπαν,

καὶ τούτων αὐτῶν ἐπεγνωκὼς διότι συμβαίνει τὰς ἁλώσεις γίνεσθαι κατὰ τοὺς ὀχυρωτάτους τόπους καὶ δοκοῦντας ὑπὸ τῶν ἐναντίων ἀπηλπίσθαι,