Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καθʼ ὃν γὰρ καιρὸν ἐξηγούμενοι τὸν Αἰτωλικὸν πόλεμον ἐπὶ τοῦτο τὸ μέρος τῆς διηγήσεως ἐπέστημεν, ἐν ᾧ Φίλιππον ἔφαμεν τὰς ἐν Θέρμῳ στοὰς καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων θυμικώτερον καταφθεῖραι, καὶ δεῖν τούτων τὴν αἰτίαν οὐχ οὕτως ἐπὶ τὸν βασιλέα διὰ τὴν ἡλικίαν ὡς ἐπὶ τοὺς συνόντας αὐτῷ φίλους ἀναφέρειν,

τότε περὶ μὲν Ἀράτου τὸν βίον ἐφήσαμεν ἀπολογεῖσθαι τὸ μηδὲν ἂν ποιῆσαι μοχθηρόν, Δημητρίου δὲ τοῦ Φαρίου τὴν τοιαύτην εἶναι προαίρεσιν.

δῆλον δὲ τοῦτο ποιήσειν ἐπηγγειλάμεθα διὰ τῶν ἑξῆς ῥηθησομένων, εἰς τοῦτον ὑπερθέμενοι τὸν καιρὸν τὴν πίστιν τῆς προρρηθείσης ἀποφάσεως,

ἐν ᾧ παρὰ μίαν ἡμέραν Δημητρίου μὲν παρόντος, ὡς ἀρτίως ὑπὲρ τῶν κατὰ Μεσσηνίους ὑπεδείξαμεν, Ἀράτου δὲ καθυστερήσαντος, ἤρξατο Φίλιππος ἅπτεσθαι τῶν μεγίστων ἀσεβημάτων.

καὶ καθάπερ ἂν ἐγγευσάμενος αἵματος ἀνθρωπείου καὶ τοῦ φονεύειν καὶ παρασπονδεῖν τοὺς συμμάχους, οὐ λύκος ἐξ ἀνθρώπου κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ὥς φησιν ὁ Πλάτων, ἀλλὰ τύραννος ἐκ βασιλέως ἀπέβη πικρός.

τούτου δʼ ἐναργέστερον ἔτι δεῖγμα τῆς ἑκατέρου γνώμης τὸ περὶ τῆς ἄκρας συμβούλευμα πρὸς τὸ μηδὲ περὶ τῶν κατʼ

Αἰτωλοὺς διαπορεῖν. ὧν ὁμολογουμένων εὐμαρὲς ἤδη συλλογίσασθαι τὴν διαφορὰν τῆς ἑκατέρου προαιρέσεως.

καθάπερ γὰρ νῦν Φίλιππος πεισθεὶς Ἀράτῳ διεφύλαξε τὴν πρὸς Μεσσηνίους πίστιν ἐν τοῖς κατὰ τὴν ἄκραν, καὶ μεγάλῳ, τὸ δὴ λεγόμενον, ἕλκει τῷ προγεγονότι περὶ τὰς σφαγὰς μικρὸν ἴαμα προσέθηκεν,

οὕτως ἐν τοῖς κατʼ Αἰτωλοὺς Δημητρίῳ κατακολουθήσας ἠσέβει μὲν εἰς τοὺς θεούς, τὰ καθιερωμένα τῶν ἀναθημάτων διαφθείρων, ἡμάρτανε δὲ περὶ τοὺς ἀνθρώπους, ὑπερβαίνων τοὺς τοῦ πολέμου νόμους, ἠστόχει δὲ τῆς σφετέρας προαιρέσεως, ἀπαραίτητον καὶ πικρὸν ἑαυτὸν ἀποδεικνύων ἐχθρὸν τοῖς διαφερομένοις.

ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ Κρήτην· καὶ γὰρ ἐπʼ ἐκείνων Ἀράτῳ μὲν καθηγεμόνι χρησάμενος περὶ τῶν ὅλων, οὐχ οἷον ἀδικήσας, ἀλλʼ οὐδὲ λυπήσας οὐδένα τῶν κατὰ τὴν νῆσον, ἅπαντας μὲν εἶχε τοὺς Κρηταιεῖς ὑποχειρίους, ἅπαντας δὲ τοὺς Ἕλληνας εἰς τὴν πρὸς αὑτὸν εὔνοιαν ἐπήγετο διὰ τὴν σεμνότητα τῆς προαιρέσεως.

οὕτω πάλιν ἐπακολουθήσας Δημητρίῳ καὶ παραίτιος γενόμενος Μεσσηνίοις τῶν ἄρτι ῥηθέντων ἀτυχημάτων, ἅμα τὴν παρὰ τοῖς συμμάχοις εὔνοιαν καὶ τὴν παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἀπέβαλε πίστιν.

τηλικαύτην τοῖς νέοις βασιλεῦσι ῥοπὴν ἔχει καὶ πρὸς ἀτυχίαν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἀρχῆς ἡ τῶν παρεπομένων φίλων ἐκλογὴ καὶ κρίσις, ὑπὲρ ἧς οἱ πλείους οὐκ οἶδʼ ὅπως ῥᾳθυμοῦντες οὐδὲ τὴν ἐλαχίστην ποιοῦνται πρόνοιαν. [εχξ. πειρ. π. 17 ετ ινδε α 327, 20 ὅτι μεγάλην τοῖς νέοις β. ϝατ. π. 373 μ. 26, 24 η.]