Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τραπεὶς γὰρ ἐπὶ τὴν ἀντικειμένην προαίρεσιν τῇ πρόσθεν, καὶ ταύτῃ προστιθεὶς ἀεὶ τἀκόλουθον, ἔμελλε καὶ τὰς τῶν ἄλλων διαλήψεις περὶ αὑτοῦ τρέψειν εἰς τἀναντία καὶ ταῖς τῶν πραγμάτων συντελείαις ἐγκυρήσειν ἐναντίαις ἢ πρότερον.

ὃ καὶ συνέβη γενέσθαι. δῆλον δὲ τοῦτʼ ἔσται τοῖς προσέχουσιν ἐπιμελῶς διὰ τῶν ἑξῆς ῥηθησομένων πράξεων. [εχξ. πειρ. π. 13.]

ὅτι Φιλίππου τοῦ βασιλέως Μακεδόνων τὴν τῶν Μεσσηνίων ἀκρόπολιν κατασχεῖν βουλομένου, καὶ φήσαντος βούλεσθαι πρὸς τοὺς προεστῶτας τῆς πόλεως θεάσασθαι τὴν ἀκρόπολιν καὶ θῦσαι τῷ Διί, ἀναβάντος μετὰ τῆς θεραπείας καὶ θύοντος, μετὰ ταῦτα κατὰ τὸν ἐθισμὸν ἐκ τῶν τυθέντων ἱερείων προσενεχθέντων αὐτῷ τῶν σπλάγχνων, δεξάμενος εἰς τὰς χεῖρας καὶ βραχὺ διακλίνας, ἤρετο προτείνων τοῖς περὶ τὸν Ἄρατον "τί δοκεῖ τὰ ἱερὰ σημαίνειν, πότερον ἐκχωρεῖν τῆς ἄκρας ἢ κρατεῖν αὐτῆς.

" ὁ μὲν οὖν Δημήτριος αὐτόθεν ἐκ τοῦ προβεβηκότος "εἰ μὲν μάντεως φρένας ἔχεισ" ἔφη "ἐκχωρεῖν τὴν ταχίστην· εἰ δὲ βασιλέως πραγματικοῦ, τηρεῖν αὐτήν, ἵνα μὴ νῦν ἀφεὶς ζητῇς ἕτερον ἐπιτηδειότερον καιρόν·

οὕτως γὰρ ἑκατέρων τῶν κεράτων κρατῶν μόνως ἂν ὑποχείριον ἔχοις τὸν βοῦν", αἰνιττόμενος τὰ μὲν κέρατα τὸν Ἰθωμάταν καὶ τὸν Ἀκροκόρινθον, τὴν δὲ Πελοπόννησον τὸν βοῦν.

ὁ δὲ Φίλιππος ἐπιστρέψας πρὸς τὸν Ἄρατον "σὺ δὲ ταὐτὰ συμβουλεύεις;" ἔφη. τοῦ δʼ ἐπισχόντος, αὐτὸ λέγειν ἠξίου τὸ φαινόμενον.

ὁ δὲ διαπορήσας "εἰ μὲν χωρίσ" ἔφη "τοῦ παρασπονδῆσαι Μεσσηνίους δύνῃ κρατεῖν τοῦ τόπου τούτου, συμβουλεύω κρατεῖν·

εἰ δὲ τοῦτον καταλαβὼν φρουρᾷ, πάσας ἀπολλύναι μέλλεις τὰς ἀκροπόλεις καὶ τὴν φρουράν, ᾗ παρέλαβες παρʼ Ἀντιγόνου φρουρουμένους τοὺς συμμάχουσ"

, λέγων τὴν πίστιν, "σκόπει μὴ καὶ νῦν κρεῖττον ᾖ τοὺς ἄνδρας ἐξαγαγόντα τὴν πίστιν αὐτοῦ καταλιπεῖν, καὶ ταύτῃ φρουρεῖν τοὺς Μεσσηνίους, ὁμοίως δὲ καὶ τοὺς λοιποὺς συμμάχους."